# De sancta trinitate dialogi i-vii 430

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 430. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/430

παρίημι γὰρ Ἀρχάς τε καὶ Θρόνους καὶ κτίσιν ἅπασαν τὴν ὑπὲρ ἡμᾶς, οὐ διὰ γεννήσεως καθάπερ ἡμεῖς τὴν εἰς τὸ εἶναι λαχοῦσαν εἰσβολήν. Ἀλλ' οὐ πᾶν ἀγέννητον οὐσία Θεοῦ, οὔτε μὴν τοῖς ἀγεννήτως οὖσιν εἰς οὐσίας ὅρον τὸ ἀγέννητον καταλογισθείη ἄν. Τὸ ἄρα ἀγέννητον οὐκ ἂν εἰς τοῦτο παραδεξαίμεθα, τὸν ὑγιᾶ τε καὶ ἀπαράφθορον ἔτι σῴζοντες νοῦν. Ἄλλως τε—δεῖν γὰρ οἶμαι καὶ τοῦτο ἐπενεγκεῖν—εἰ τὸ ἀγέννητον οὐσία, τὸ δὲ τῆς οὐσίας ὄνομα, μήτε γένους, μήτε εἴδους, μήτε μὴν διαφορᾶς ἢ διαφορῶν ἐπενηνεγμένων, ὑποφανεῖ τοῖς ἀκροωμένοις τὸ σύμπαν οὐδέν, πλὴν ὅτι μόνον οὐσία, καταδηλούτω μηδὲν ἐπὶ Θεοῦ τὸ ἀγέννητον, μήτε μὴν τοῦ μὴ γεγεννῆσθαι καταλογιζέσθω σημαντικόν, ἀλλ' ἢ ὅτι μόνον οὐσία, καὶ τίνος ἀσυμφανές· γένους γὰρ ἔτι, καὶ εἴδους, καὶ διαφορᾶς ἀμοιρεῖ. Λέγωμεν δὲ ὧδε καὶ ἐφ' Υἱοῦ τὸ τῆς γεννήσεως ὄνομα, καὶ νοείσθω μόνον οὐσία, ψιλῶς ἔτι καὶ οὐδαμόθεν διωρισμένως. Ἑκατέροιν οὖν ἡμῖν τοῖν ὀνομάτοιν ἁπλῶς καὶ ἀδιαστόλως ἐκπεφωνημένοιν, καὶ τὴν οὐδενὸς εἰσποιούντων ἔννοιαν πλὴν ὅτι μόνον οὐσία, τίς ἂν εἴη ἡ διαφορὰ λοιπὸν Πατρὸς πρὸς Υἱόν; Οὐσία γὰρ ὡς πρὸς οὐσίαν, ἐπενηνεγμένου μηδενός, οὔτε τὸ μεῖζον, καθά φησιν, οὔτε τὸ ἔλαττον, οὔτε τὸ κατατέμνον εἰς ἑτερότητα τὴν κατά τι γοῦν ὅλως διακεκτήσεται, ἀλλ' ἢ εἰσάπαν ὁμοιότης οὐσίᾳ πρὸς οὐσίαν ἐνδοιασμοῦ τινος δίχα προσείη ἄν, κατά γε τὸν ὀρθῶς ἔχοντα λογισμόν, ἔστ' ἂν οὐσίαι νοῶνται μόνον καὶ ὀνομάζωνται. Οὐκοῦν ἀτέχνως καὶ ἀδιακρίτως οὐσίαν τοῦ Θεοῦ τὸ ἀγέννητον ἐκδεξάμενοι, κατερυθριάτωσαν ἀμαθαίνοντες, καὶ μὴ ἐπιτείχισμα τῇ τοῦ Υἱοῦ φύσει τὴν λέξιν ἀναδειμάμενοι τῶν τῆς ἀληθείας καθυλακτούντων δογμάτων, τὴν οὐδαμόθεν ἡμῖν ὁρωμένην διαφορὰν ὡς ἐμφανῆ παραφέροντες, εἰ μήτε τὸ ἀγέννητον ἐπὶ τοῦ Θεοῦ καὶ Πατρὸς τὸ μὴ γεννηθῆναι τυχόν, μήτε μὴν θάτερον ἐφ' Υἱοῦ τὸ γεννηθῆναι δηλοῖ, οὐσίαι δὲ ἄμφω, καὶ τοῦτο ἀδιαστόλως. Παρέδειξε γὰρ ἀρτίως ἡμῖν ὁ λόγος ὡς διΐστησιν οὐδὲν οὐσίαν οὐσίας, εἴς γε τὸ ἑτεροίως ἔχειν, καθό φαμέν τε εἶναι καὶ νοοῦμεν οὐσίας. Οἴει δὴ οὖν ἄρα σαφῆ τε εἶναι καὶ ὑγιᾶ τὸν λόγον, ἢ ἐπανορθώσῃ καὶ μεθαρμόσεις ἐπὶ τὸ ἄμεινον; Β. Οὐδαμῶς. Ἔχει γὰρ ὀρθῶς. Α. Εἰ δὲ δὴ καὶ ἐκκλέψειαν αὐτοὶ τῆς τοῦ ἀγεννήτου φωνῆς τοῦ μὴ γεννηθῆναι τὴν δήλωσιν καὶ οὐσίαν ἁπλῶς

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
