# De sancta trinitate dialogi i-vii 432

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 432. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/432

Β. Ὀρθῶς ἔφης. Κεκλήσθω δὴ οὖν, φασί, Πατὴρ ὁ Θεός, εἰ βούλει, τρόπῳ καταχρηστικῷ. Α. Πόθεν, ὦ τᾶν, τὴν ἐπωνυμίαν εὑράμενος, εἴπερ ἐστὶν αὐτὸς κατὰ φύσιν οὐ Πατήρ; Ἢ τάχα που παρ' ἡμῶν ἐροῦσι τῶν φύσει τε καὶ ἀληθείᾳ πατέρων; Β. Εὖ ἴσθι τοι καὶ τοῦτο ἐροῦντας. Α. Ποῖ δὴ οὖν ἄρα θήσομεν τὸν μακάριον Παῦλον, οὐχ ἡμῖν ἀπονέμοντα τῆς πατρότητος τὴν ἀρχήν, ἀλλ' οὐδὲ ἑτέρῳ τινὶ τῶν κτισμάτων, ἀφιεροῦντα δὲ ὥσπερ καὶ ἀναθέντα μόνῳ τῷ γε ἀληθῶς Θεῷ καὶ πρώτῳ Πατρί· γεγραφότος δὲ ἡμῖν ἐπαΐοι τις ἄν· «Ἐξ οὗ πᾶσα πατριὰ ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται.» Ἀπόκριναι γάρ, ὦ Ἑρμεία, διαγυμνάσεις δὲ οὕτως ἡμῖν τὸν λόγον, εἰ ἑλοίμην ἀναμαθεῖν ἆρ' ἐν χρόνῳ γέγονεν ἀγέννητος ὁ Θεός, τοῦτο οὐκ ὢν ἐν ἀρχαῖς, ἢ γοῦν ἅμα νοεῖται Θεὸς καὶ ἦν ἀγεννήτως; Β. Ἀγεννήτως ἦν· τὸ γὰρ ἕτερόν τι παρὰ τοῦτο φάναι πῶς οὐκ ἀβέλτερον κομιδῇ; Α. Τῆς τοῦ ἀγεννήτου φωνῆς τὸ μὴ γεγεννῆσθαι δηλούσης, ἢ πῶς; Β. Τὸ μὴ γεννηθῆναι δηλονότι. Α. Τί γὰρ ὅλως ἔδει τὸν ἀνάρχως ὄντα Θεὸν ὁρᾶσθαι τοιοῦτον; Ἢ ποίαν ἂν αὐτῷ καὶ τὴν κατὰ τίνων διαστολὴν προσεποίησεν ἡ λέξις, ἤγουν ἡ φύσις, εἴπερ αὐτοῦ φύσις ἐστὶ τὸ ἀγέννητον, οὐδενός πω τῶν γεννητῶν γεγονότος ἢ συνυπάρχοντος, εἴπερ οὐκ εἶναί φασι γεννήτορα τοῦ Υἱοῦ τὸν Πατέρα; Πρὸς τί γὰρ ἀγέννητος, τῆς τῶν γεννητῶν οὐσίας οὔπω τὸ σύμπαν εἰσκεκριμένης; Οὐ γὰρ δή που φαῖεν ἄν, ὥς γέ μοι φαίνηται, συνάναρχά τε καὶ συναΐδια τῷ ἀγεννήτῳ Θεῷ τὰ γεννητῶς ἐκτισμένα. Καὶ εἴπερ ἦν ἀγέννητος ἀεὶ Πατὴρ ὢν ὁ Θεός, ὑφεστάναι δὴ πάντως ἀνάγκη λέγειν καὶ τὸν δι' ὃν ἦν ἀγέννητος, τουτέστι τὸν γεννητῶς ὄντα Υἱόν, οὗ τὴν εἰκόνα καταπλουτήσαντες καὶ διὰ τῆς κατ' εὐσέβειαν ἀρετῆς λαχόντες τὴν μόρφωσιν, Πατέρα καλοῦμεν τὸν Θεὸν καὶ ἡμεῖς αὐτοί, καθ' ὁμοίωσιν τοῦ ἀνωτάτω τε καὶ πρώτου Πατρὸς πατέρες ὠνομασμένοι. Πρεσβύτερα γὰρ ἀεὶ τῶν εἰκόνων τὰ ἀρχέτυπα. Β. Καὶ τί τὸ ἀπεῖργον τοὺς δι' ἐναντίας Πατέρα κεκλῆσθαι λέγειν καταχρηστικῶς τὸν Θεόν, ἐπείπερ ὅλως ἐσμὲν ἡμεῖς κατὰ φύσιν πατέρες, κεκλημένος δὲ Πατὴρ ὡς τοῖς γεγονόσιν αἴτιος εἰς τὸ εἶναι καὶ ὑπάρχειν, ἔχει τὸ ἀγέννητον εἰς οὐσίας δύναμιν; Α. Ἀλλὰ μεμαρτύρηκεν ἡμῖν ἀληθὴς ὢν ὁ Παῦλος ὡς

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
