# De sancta trinitate dialogi i-vii 435

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 435. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/435

εἰκός, ὅτι καὶ ἀεὶ συνυπάρχει νοεῖν, καὶ οὐ δίχα πάθους καὶ ἀπορροῆς, τῆς ἐκ τοῦ τεκεῖν λεγομένου γεγέννηται, καίτοι παντὸς ἡμᾶς ἀναπείθοντος λογισμοῦ τό τινος αἴτιον προϋπάρχειν ἡγεῖσθαι τοῦ αἰτιατοῦ καὶ ὡς ἅπαν τὸ γεννώμενον κατασίνεταί πως τὴν τοῦ τεκόντος φύσιν· πρόεισι γὰρ ὡς μέρος. Παρείσθω δὴ οὖν ἡ φύσει τε καὶ ἀληθείᾳ γέννησις, πάντη τε καὶ πάντως τὸ χρῆναι παθεῖν τὴν ἀπορροὴν εἰσκομίζουσα τὴν τοῦ παθεῖν ἀνωτάτω καὶ ἀλώβητον φύσιν. Α. Εἶτα οὐχὶ τοῦτό ἐστιν ἐναργῶς ὅπερ ἔφην; Οἷς γὰρ ἂν ποιοῖντο λόγοις τὸ ὅτι ἂν βούλωνται νοεῖν καθάπερ τινὰ βαφὴν ἐπιχρωματίζοντες, εἰς ἑτεροίας αὐτοὺς μεθιστᾶσι μορφὰς καὶ πρὸς πᾶν ὁτιοῦν μετακλίνουσιν εὐπετῶς, τὸ οἶμαι δονάκων διενεγκεῖν οὐδὲν ἐν σμικρῷ κομιδῇ ποιούμενοι λόγῳ, καίτοι χρῆν δήπου καὶ διαπεπῆχθαι φιλεῖν, καὶ τὸ τοῖς νηπίοις ἐξομοιοῦσθαι δεῖν ὡς ἀχρεῖον ἀπορρίπτειν καὶ τῶν ὅτι μάλιστα κεκιβδηλευμένων. Ἐκεῖνά τε γάρ, νοῦ καὶ φρενὸς τῆς ἀρίστης ἔτι τητώμενα, πρὸς πᾶν τὸ κινοῦν ἀπερινοήτως ἴεται· οἱ δὲ τὸ ἧκον εἰς νοῦν ἀβασανίστως ἁρπάζουσι, πάντα τε σαθρὸν καὶ ἄναλκιν ἐκτετιμήκασι λόγον· ἀνδραποδῶδες δὲ οἶμαι τουτί, καὶ νοῦ τὸ ῥέγχειν ἠρρωστηκότος. Ἡμῖν δὲ ὁ Παῦλος· «Ἀδελφοί, φησί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπίαζετε, ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε.» Τὸ γάρ τοι φρονεῖν μὲν ἧττον ἢ χρῆν, μεῖον δὲ ἤπερ ἦν εἰκὸς τῆς ἀληθοῦς ἐφικέσθαι γνώσεως, καίτοι τελοῦντας εἰς ἄνδρας, οὐκ ἐφήβους ἔτι καὶ ὀλιγογνώμονας, ἥκοντας δὲ ἤδη πρὸς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἁγιοπρεπὲς μὲν οὔ τί που· δυσαπότριπτον δὲ ὅτι προσοίσει τὸ βλάβος οἷσπερ ἂν ὅλως ἐνιζήσειεν οὐκ ἀμφίβολον. Β. Οὐχ ἑτέρως ἂν ἔχοι, λέγεις γὰρ ὀρθῶς. Α. Βούλει δὴ οὖν ταυτὶ μὲν ἐν τούτοις ὅπωσπερ ἂν εἶεν ὧδε μὲν ἔχειν ἐῶμεν, ἴωμεν δὲ αὖ ταῖς ἐκείνων ἀθυρογλωττίαις ἀντεκκομίσοντες τὴν ἀλήθειαν; Β. Καὶ μάλα. Τοῦτο γάρ που καὶ ἄμεινον. Α. Τὸ αἴτιον τοίνυν καὶ τὸ αἰτιατόν, οὐκ οἶδ' ὅθεν ἡμῖν ἑλόντες τε καὶ ὀνομάζοντες· οὐ γάρ που παρά γε τῆς θείας ἐροῦσι Γραφῆς· τί δὴ ἄρα καὶ φρονεῖν ἐγνώκασι; Β. Καὶ μὴν ἀρτίως ἐπύθου λέγοντος ὡς ἀεί πώς ἐστιν ἐν πρεσβυτέρᾳ νοήσει τε καὶ ὑπάρξει τὸ αἴτιον τοῦ αἰτιατοῦ· καὶ ὅτι τὸ γεννῶν οὐκ ἂν δίχα πάθους καὶ ἀπορροῆς διαγεννήσει ποτέ. Καὶ ταυτὶ παραφέροντες, ἐν ἐλάττοσι μὲν ἢ

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
