# De sancta trinitate dialogi i-vii 438

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 438. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/438

Τί δὲ Υἱὸν ὠνόμαζον οἱ μυσταγωγοὶ καὶ τῆς ἀληθείας κήρυκες; Β. Ὡς ἄριστα ἡμῖν ὁ λόγος ἔχει. Α. Ὁ δὲ δὴ θεῖός τε καὶ ἱερώτατος Παῦλος, καίτοι «σκεῦος ἐκλογῆς» ὠνομασμένος παρὰ Θεοῦ, καὶ τεταγμένος ἱερουργὸς εἰς τὰ ἔθνη καὶ ταμίας ἀκριβὴς τῶν τοῦ Σωτῆρος ἡμῶν μυστηρίων, τί ἂν βούλοιτο δηλοῦν ὅταν ἥκει βοῶν περί τε αὐτοῦ τοῦ Υἱοῦ καὶ τῶν ἁγίων ἀγγέλων· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων ὅσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα; Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· καὶ πάλιν· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;» Καὶ πάλιν· «Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα, τηλικαύτης ἀμελήσαντες σωτηρίας;» Πῶς γὰρ ἂν ὅλως νοοῖτο πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων τῆς ἀρρήτου δόξης ὁ χαρακτήρ, καὶ μὴν καὶ ἀπαύγασμα τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός, εἰ τὴν τοῦ γεγεννῆσθαι δύναμιν οὐκ ἐν πράγματος ἀληθείᾳ διακεκτήσεται, ψιλαῖς δὲ καὶ μόναις καταχρυσοῦται φωναῖς, ἑτεροίως ἔχων κατὰ τὴν φύσιν καὶ συντεταγμένος τοῖς κτίσμασιν; Οὐδὲν γάρ, ὡς ἔοικε, τὸ ἀπεῖργον ἔτι καὶ αὐτὸν ἐν κτίσμασι τελεῖν τὸν Πατέρα, χρῆναί τε νοεῖσθαι γενητόν, εἴπερ αὐτοῦ καὶ χαρακτὴρ καὶ ἀπαύγασμα γενητὸς ὑπάρχων ἐστὶν ὁ Υἱός. Ὄνομα δὲ πῶς διαφορώτερον ἔτι κεκληρονόμηκε παρὰ τοὺς ἀγγέλους; Εἰ γὰρ ἐν ἴσῳ τοῦ κτίζειν παρὰ Θεῷ τὸ γεννᾶν, δῆλον ἂν εἴη δήπουθεν ὡς τὸ ἐν Υἱοῦ τάξει λελογισμένον ἀδιακρίτως ἔσται καὶ ποίημα, καὶ τὸ ἐν κτίσμασιν ἀληθῶς κατηριθμημένον οὐδὲν ἧττόν ἐστι καὶ γέννημα. Τί οὖν ἔτι διαμέλλει Θεὸς εἴς γε τὸ χρῆναι τυχὸν καὶ ἑκάστῳ τῶν ἁγίων ἀγγέλων εἰπεῖν· «Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε;» Ὃ γὰρ ἔχουσιν ἑλόντες οἴκοθέν τε καὶ οὐσιωδῶς, τί μὴ νέμων ὁρᾶται, μᾶλλον δὲ —θερμότερον γὰρ εἰρήσεται—τί παραιρεῖται καὶ ἀδικεῖ

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
