# De sancta trinitate dialogi i-vii 439

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 439. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/439

τοὺς ἤδη λαχόντας τὴν τῆς γεννήσεως δόξαν καὶ τὸ ἐν υἱοῦ τετάχθαι λόγῳ; Διοίσει γὰρ ὅλως οὐδέν, ἐπείπερ ἁπλοῦς ὁ Θεός, τὸ γεννᾶν τοῦ κτίζειν παρ' αὐτῷ, κατά γε τὸν ἐκείνων ἠλίθιον νοῦν· ἀναχεῖται δὲ ἄμφω πρὸς ἕν τι τὸ δηλούμενον, καὶ τὴν εἰς ταὐτότητα δέχεται συνδρομήν. Β. Ναί· δοκεῖ γὰρ ὧδέ πῃ νοεῖν τε καὶ φράζειν αὐτοῖς. Α. Ἀλλ' οὐχ ὧδε ἔχειν ἐροῦμεν ἡμεῖς· πολλοῦ γε καὶ δεῖ. Πλείστη γὰρ ὅση τοῖν τε ὀνομάτοιν ἡμῖν καὶ αὐτοῦ τοῦ χρήματος ἡ διαφορά. Ἀπόκριναι δέ, εἴ σοι δοκεῖ, φιλοπευστοῦντί μοι. Β. Πύθου δῆτα. Α. Ὁ τῶν θείων ἡμῶν μυσταγωγῶν ἄριστός τε καὶ ὑπέρτατος Ἰωάννης ἀναγέγραφε περὶ τοῦ Υἱοῦ· «Εἰς τὰ ἴδια ἦλθε καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον· ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι.» Ἆρ' οὖν τοῖς οὐκ ἔχουσι τὸ ἐν υἱοῦ κεῖσθαι δόξῃ δεδωρῆσθαι φήσομεν τῆς υἱοθεσίας τὴν χάριν, ἢ τοῖς ἥκιστα δεομένοις τοῦ λαβεῖν, οἴκοθέν τε καὶ οὐσιωδῶς πεπλουτηκόσιν αὐτό, καὶ εἰ μὴ ὑπό του δέχοιντο τυχόν; Β. Τοῖς οὐκ ἔχουσι. Τοῦτο γὰρ οἶμαι καὶ ἀληθές. Α. Εἶτα τίς ἔν γε τοῖς οὖσιν ὅλως οὐκ ἔχων ἁλώσεται, εἴπερ οὐδὲν ἡ γέννησις παρὰ τὸ ἐκτίσθαι ἐστί, μᾶλλον δέ, εἴπερ ἓν ἄμφω καὶ ταὐτόν, διϊστάντος ὅλως πρὸς ἑτερότητα μηδενός; Γεγεννῆσθαι γὰρ δώσομεν πᾶν ὅπερ ἔστι, κἂν εἰ παρήχθη πρὸς γένεσιν. Β. Ἆρ' οὖν ἐξ αὐτῆς ἡμᾶς τῆς ἰδίας φύσεως γεγέννηκεν ὁ Πατήρ; Α. Οὐ γεγέννηκε μὲν ἡμᾶς ἐξ ἰδίας φύσεως ὁ Θεὸς καὶ Πατήρ· πλὴν οὐχ ὅπερ ἂν φαίνοιτο νοσοῦν ἑφ' ἠμῶν τὸ ἀπρεπὲς καὶ ἀμήχανον τοῦτο δὴ πάντως ἀντιτάξεται κατὰ τὸν ἴσον λόγον καὶ τῷ κατὰ φύσιν Υἱῷ. Ἐκτίσμεθα μὲν γὰρ ὁμολογουμένως ἡμεῖς· ὁ δὲ τῆς οὐσίας ἐξέφυ τοῦ Θεοῦ καὶ Πατρός, πρὸς ὃν καὶ ἡμεῖς διαμορφούμεθα καὶ ἐν γεννήσεως τάξει τὴν ἐξ ἡμερότητος δεχόμενοι χάριν, ἐν υἱοῖς τετάγμεθα Θεοῦ, θύραθεν μὲν καὶ εἰσποιητὸν κομιζόμενοι τὸ ἀξίωμα, θετοὶ δὲ υἱοί, διαπεπλασμένοι πρὸς ἀληθινὸν καὶ εἰσκεκλημένοι πρὸς δόξαν τὴν τοῦ κατὰ φύσιν. Θετοὶ δὲ ὅλως οὐκ ἂν εἶεν υἱοὶ μὴ τοῦ κατὰ φύσιν προϋφεστηκότος καὶ τῆς ἀληθοῦς γεννήσεως τῆς ἐσύστερον εἰκόνος προϋποφαινούσης ἐν ἑαυτῇ τὸ ἀρχέτυπον. Εἴπερ οὖν οὐ τέτοκεν ἀληθῶς ὁ Πατήρ, διά γε τοῦτο παρ' αὐτῷ τὸ γεννᾶν τῷ κτίζειν οὐχ ἕτερον, οἴχεται μὲν ἡμῖν ἐκποδὼν ὁ ἐφ' Υἱῷ λόγος, ἄγονος δὲ καὶ ἡ τοῦ Πατρὸς καταφωρᾶται φύσις.

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
