# De sancta trinitate dialogi i-vii 443

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 443. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/443

Β. Εὖ ἔφης. Α. Διακεισόμεθα τοίνυν οὐκ ἀσυνετοῦντες ἡμεῖς ξηρὰν οὔ τί που καὶ ἄγονον τοῦ αὐτῇ πρέποντος καὶ ἰδίου καρποῦ τὴν τῶν ὅλων γενεσιουργὸν ἀπομεῖναι φύσιν, πρὸς ἣν δὴ πάντα τὰ καρπογόνα μεμόρφωται, καὶ κατ' αὐτὸ δὴ τοῦτο καρπογόνα. Β. Ἄμεινον δή που καὶ ἀσυγκρίτως· προσαπαιτήσουσι δέ, κατὰ τὸ εἰκὸς εἰπεῖν, πῶς ἂν νοοῖτο γεγεννηκὼς ὁ Πατήρ. Εἶτά τι μὴ πεπονθὼς τῶν ὅσα παρέπεσθαι τοῖς γεννῶσι φιλεῖ, μερισμὸν δὴ λέγω καὶ ἀπορροήν· ἢ πῶς ἂν εἴη τοῦ αἰτιατοῦ πάντη τε καὶ πάντως οὐκ ἐν πρεσβυτέρᾳ νοήσει τε καὶ θέσει τὸ αἴτιον αὐτοῦ; Α. Παγχάλεπον, ὦ Ἑρμεία, καὶ δυσδιεξίτητον κομιδῇ τὸ χρῆμά ἐστι, καὶ τοῖς ὅτι μάλιστα κατεγλωττισμένοις ἀστιβὲς εἰπεῖν, μᾶλλον δὲ καὶ αὐτὸ τὸ συνιέναι μόνον. Νῷ τε γὰρ δὴ τὰ ὑπὲρ νοῦν οὐχ ἁλώσιμα, λόγῳ τε τὰ ὑπὲρ λόγον διατρανοῦν οὐκ ἔνεστιν. Ὅτι μὲν γὰρ Πατὴρ ὁ Θεὸς καὶ γεγέννηκεν ἀληθῶς ἐξ ἰδίας ἡμῖν οὐσίας τὸν Υἱὸν παραδέδωκεν ἡ πίστις, κατεσφράγισε δὲ καὶ ἀληθὲς ὂν ἀπέφηνεν ἡ θεόπνευστος Γραφή, Πατέρα καὶ γέννησιν ὀνομάζουσα πανταχῆ. Οἶμαι δὲ δεῖν οὐκ ἔτι τὸ πίστει παραδεχθὲν θρασυτέραις ὥσπερ ἐκβασανίζειν ἐρεύναις. Πίστις γὰρ οὐκέτι τὸ ζητούμενον. Ὅνπερ γὰρ τρόπον «ἐλπὶς βλεπομένη οὐκ ἔστι ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ὑπομένει;» κατὰ τὴν τοῦ σοφωτάτου Παύλου φωνήν, οὕτω δὴ πίστις ἐρευνωμένη καὶ οὐκ ἔχουσα τὸ ἀζήτητον πίστις οὐκ ἂν εἴη, κατὰ τὸν ἴσον ἐλπίδι λόγον. Τὸ γάρτοι πίστει τετιμημένον βασάνου πάντως ἐλεύθερον. Χρῆναι δὴ οὖν ἔγωγέ φημι, καθάπερ ἀμέλει τὸν προσιόντα Θεῷ, πιστεύειν μὲν ὅτι ἔστι, ζητεῖν δὲ οὐκέτι· οὕτω διακεῖσθαι καὶ φρονεῖν ὅτι καὶ Πατὴρ ὁ Θεὸς καὶ γεγέννηκε, τὸ δὲ ἀνορύττειν ὅπως, ὡς ἀνέφικτον ἐᾶν. Καταμειδιάσειν γὰρ οἶμαι παντελῶς οὐδένα τῶν ὅτι προσῆκε τοῖς ἄγαν ὑπερκειμένοις χαρίζεσθαι τὸ νικᾶν σωφρόνως διεσκεμμένων. Νοῦ δὲ δὴ παντὸς ἀμείνων ὁ τῆς θείας γεννήσεως νοοῖτ' ἂν τρόπος. Ἔστι γοῦν διαπυθέσθαι σαφῶς τοῦ Θεοῦ καὶ Πατρὸς πρὸς τὸν ἐξ αὐτοῦ κατὰ φύσιν ἐκπεφηνότα διαβοῶντος Λόγον· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε.» Τὸ μὲν γὰρ οἱονεὶ τῆς ὠδῖνος γνήσιον καὶ τὸ ἐξ αὐτῆς ἡμῖν τῆς οὐσίας τοῦ Πατρὸς ἐκτετέχθαι τὸν Υἱὸν παραδείξειεν ἂν εὖ μάλα τὸ «ἐκ γαστρός,» ὡς ἐκ παραδείγματος τοῦ καθ' ἡμᾶς χρειωδέστατα παραληφθέν. Τὸ δέ γε «πρὸ ἑωσφόρου» τὴν

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
