# De sancta trinitate dialogi i-vii 453

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 453. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/453

τοῖς ἔξω τὴν εἴδησιν, καὶ ταῖς δι' ὀμμάτων αἰσθήσεσιν ἐγχρίμπτον ἀεί, ἢ γοῦν καθ' ἕτερόν τινα τρόπον προσβολῆς ὁμιλοῦν τοῖς σώμασι· τὸ τί κατὰ φύσιν ἐστὶν ἡ προϊεῖσά τε καὶ ἐξαστράπτουσα ῥίζα τε αὐτοῦ καὶ γένεσις ἐφῆκε νοεῖν. Συντετάχθω δὲ ὁ λόγος εἰς παράδειγμα λαβὼν τὴν ἡλίου φύσιν καὶ τὴν ἐξ αὐτοῦ προχεομένην αὐγήν. Τί γὰρ κατὰ φύσιν ἐκεῖνος τὸ ἐξ αὐτοῦ προϊέμενον σέλας ἀποφήνειεν ἄν. Διαίρεσιν δὲ ὅλως, ἤτοι τὴν τομὴν καὶ ἀπορροὴν καὶ πάθος, οὐδ' ὅσον εἰδέναι τυχὸν ἀνάσχοιτο ἂν ἡ ἡλίου φύσις, καίτοι χύδην καὶ οὐσιωδῶς τὸ ἐξ αὐτῆς προϊεῖσα φῶς, ἀλλ' ἔστι μὲν ὁλοκλήρως ἐν αὐτῷ, καὶ εἰ προχέοιτο τυχόν, ἔχοι δὲ αὖ ἐν ἑαυτῷ τὸ ἴδιον φῶς, οὐκ ἀπορριζούμενον ἐν τῷ διαχεῖσθαι καὶ δοκεῖν πως ἤδη διὰ τούτου καὶ εἰς ἰδικὴν ἑτερότητα δραμεῖν. Ἀποδιελὼν γὰρ ὁ λόγος ἥλιον μὲν ἀναμέρος αὐτὸν καθ' αὑτόν, τὴν οὐσίαν ὅ τί ποτέ ἐστι φαντάζεται, τὸ δ' ἐν αὐτῷ τε καὶ ἐξ αὐτοῦ προχεόμενον φῶς, ἴδιον μὲν αὐτοῦ, πλὴν εἰς ἀμέριστον ἑτερότητα τὴν ὡς ἐν ψιλαῖς καὶ μόναις ἐννοίαις, εὖ μάλα διοικιεῖ, διά τοι τὴν ἐξ αὐτοῦ πρὸς τὸ ἔξω πρόοδον. Ὅτι δὲ δὴ γελοῖον ἂν εἴη παντελῶς τὸ πρεσβυτέραν μὲν τὴν ἡλίου φαντάζεσθαι γένεσιν, ὑστερίζουσαν δὲ κἂν γοῦν τι βραχὺ τῆς ἐνούσης αὐτῷ φωτοειδοῦς ἐνεργείας τὴν δύναμιν, οὐκ ἂν οἰηθείην ἐνδοιάσειν ὅλως τὸν ᾧπερ ἂν εἴη σώφρων τε καὶ ἐρρωμένος ὁ νοῦς. Ἴσον γὰρ ἥλιον μηδὲ εἶναι λέγειν, εἰ μὴ συνυπάρχον ἔχοι τὸ δι' ὃ νοεῖται τοῦθ' ὅπερ ἐστίν. Οὐκοῦν, ἀνατύπωσιν ὥσπερ τινὰ διαπεπλασμένην ὀρθῶς τῶν ἐν αἰσθήσει παραδειγμάτων τὴν δύναμιν ὡς ἐν ἐννοίαις ἑλὼν ταῖς εἰς λῆξιν ἰούσαις τὴν ἀνωτάτω, τὴν θείαν γέννησιν οὐ καταφθερεῖς, τομὰς ἐπ' αὐτὴν καὶ ἀπορροὴν καὶ πάθος ἀσυνέτως εἰσδεδεγμένος. Ἐπὶ γάρ τοι τῆς ἀνωτάτω πασῶν οὐσίας ἀπαθὴς μὲν ἡ γέννησις, καὶ μὴν καὶ οὐσιώδης ἡ τοῦ γεννήματος ὕπαρξις καὶ διατομῆς ἐλευθέρα, καὶ τῷ τεκόντι συνθέουσα καὶ ἀπαραιτήτως συννοουμένη τε καὶ συνεισβαίνουσα. Τὸ γὰρ ἄναρχον ἐν χρόνῳ μεμαρτύρηκε τῷ Υἱῷ καὶ ὁ σοφὸς Ἰωάννης, «Ἐν ἀρχῇ ἦν ὁ Λόγος» εἰπών, καὶ αὖ ἐπὶ τούτοις· «Ὁ ὤν, ὁ ἦν, ὁ ἐρχόμενος.» Β. Ἐκπεπόνηται μὲν ἡμῖν ὡς ἄριστά γε, ὦ τᾶν, ὁ περὶ τούτου λόγος. Οἴει δέ που, κατὰ τὸ εἰκός, ἀπηλλάχθαι πραγμάτων, καὶ ἑτέρου δεῖσθαι μηδενὸς εἰς ἀπόδειξιν τοῦ προϋφεστηκέναι μὲν οὐδαμῶς τοῦ Υἱοῦ τὸν Πατέρα δοκεῖν,

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
