# De sancta trinitate dialogi i-vii 456

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 456. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/456

Τοῖς δὲ τὸ ἀνθ' ὅτου λέγουσιν, ἔν γε τουτοισί, σοφὸν ὑπειπεῖν τό τισιν ὑμνούμενον· «Ἡ φύσις ἐβούλετο, ᾗ νόμων οὐδὲν μέλει·» προσθείην δ' ἂν ὅτι βουλῆς καὶ ἀβουλησίας οὐδ' ὁπωστιοῦν ἐμπάζεται. Ἢ οὐκ ἄν σοι δόξαιμι νοεῖν ὀρθῶς, εἰ ἀποφηναίμην ὅτι εἰ ὅσα ἐστὶν οὐσιωδῶς ὁ Θεὸς καὶ Πατὴρ οὐκ ἐξ ἐπιδόσεως ἔχει τῆς κατὰ θέλησιν, τετραμμένος ἐπὶ τὸ ἄμεινον, οὐδὲ τὸ εἶναι Πατὴρ θεληματικῶς κεκτήσεται; Β. Πῶς ἔφης; Α. Ἅγιον ἄρα τὸν Πατέρα εἶναι φῄς, καὶ μὴν ὅτι καὶ ἀγαθός; Β. Καὶ πάνυ. Α. Οὐσιωδῶς ἄρα προσπεφυκυίαιν αὐτῷ ταῖν ἀρεταῖν, ἢ εἰσκεκριμέναιν ἔξωθεν κατὰ θέλησιν, ὡς εἰ καὶ πάθοι τυχὸν τὴν ἀνεθελησίαν ἐξοιχησομέναιν; Κίνησις γὰρ ἥδε θεληματική. Β. Οὐσιωδῶς· καταμειδιάσαι γὰρ οἶμαι τῶν οὐχ ὧδε ἔχειν κατατολμώντων εἰπεῖν ὁ τῆς ὀρθότητος λόγος. Α. Εὖγε, ὦ ἑταῖρε, ἔφης, καί σε τῆς φιλομαθείας ἄγαμαι. Εἶτα πῶς ὁ Θεὸς καὶ Πατὴρ θελητῶς ἂν εἴη τυχὸν ἤγουν ἀνεθελήτως Πατὴρ καὶ οὐχὶ μᾶλλον οὐσιωδῶς, εἴπερ ἐστὶν οὕτως ἅγιός τε καὶ ἀγαθός, καὶ οὐκ ἐν ψιλαῖς θελήσεσιν ἔχει τὸ εἶναι ἅ ἐστι; Τί δὲ δὴ αὖ, πῶς ἐκεῖνο οὐχ ὁρᾷς, καίτοι δεινῶς ἄγαν ἐκλελυττηκὸς καὶ οἱονεί πως καθυλακτοῦν τῶν δι' ἐναντίας; Β. Οὔπω μανθάνω. Α. Ἀλλ' εἴσῃ μὲν δή· φράσαιμι γὰρ ἂν ὡς ἥδιστά σοι χρηστομαθεῖν ᾑρημένῳ. Σύνες δὲ αὐτὸς ὅ φημι. Ἆρα γὰρ οἰήσονται δεῖν ὅτι γεννήτωρ κατὰ φύσιν ἐστὶν ὁμολογεῖν τὸν Πατέρα καὶ οὐσιῶδες αὐτῷ τὸ χρῆμα ἐροῦσιν; Ἢ καὶ τοῦτο καταρνήσονται, φρονοῦντες ἀνοσιώτατα; Εἰ μὲν γὰρ οὐκ εἶναί φασιν οὐσιωδῶς γεννήτορα, ἀναιρήσουσιν εἰσάπαξ τὴν ὕπαρξιν τοῦ Υἱοῦ, οὐκ ἀγεννήτως τὸ εἶναι λαχόντος, ἀλλ' ὄντος τε καὶ ὑφεστηκότος ἐκ Πατρός, κατά γε τὴν πίστιν τῶν ἱερῶν Γραμμάτων. Εἰ δὲ φύσιν οὐκ ἔχων τὴν γεννητικὴν ἀληθῶς ὁ Θεὸς καὶ Πατὴρ βουλήσει κεκίνηται πρὸς τὸ δύνασθαι γεννᾶν, ὥρα λέγειν ἤδη πως ὡς αὐτός που τάχα τὴν ἰδίαν εἴργασται φύσιν, γεννητικὴν ἀποφήνας, καὶ εἰς ὅπερ οὐκ ἦν ἐνεγκών, καὶ δὴ νοοῖτ' ἂν εἰκότως καὶ ἑαυτοῦ πρεσβύτερος, εἴ γε ὢν καὶ ὑφεστηκώς, ὅπερ ἐστὶν εἶναι βεβούληται, φημὶ δὴ Πατήρ. Ἀλλ' εἰς ὄρος μὲν ἐρρίφθω καὶ κῦμα ταυτί, φορητὴν οὐκ ἔτι νοσοῦντα τὴν ἀτοπίαν. Ἡμεῖς δὲ τοῖς ἐξ ὀρθότητος ἑπόμενοι λογισμοῖς, φαμὲν ὅτι περιττὸν ἂν εἴη καὶ ἀμαθὲς τὸ γοῦν ἀνεθελήτως ἢ θελητῶς γεννήτορα ὑπάρχειν οἴεσθαι τὸν Πατέρα, φύσει δὲ μᾶλλον καὶ οὐσιωδῶς. Ἔστι γὰρ οὐκ

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
