# De sancta trinitate dialogi i-vii 459

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 459. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/459

Ἐκβασανιστέον γὰρ ὅτι μάλιστά γε τὸν τῆς ἐπ' ἀμφοῖν κινήσεως τρόπον, καὶ τί τὸ μεσολαβοῦν καὶ τὴν μεταξὺ κειμένην ἐμφανίζει διαφοράν· εἴσῃ τε οὕτω λοιπὸν τῆς ἐκείνων ἀμαθίας τὸν γραώδη λόγον. Τὸ μὲν γὰρ ἐξ ἑαυτοῦ τι τεκεῖν λεγόμενον καὶ ἐκ τοῦ κατὰ δύναμιν προβεβηκὸς εἰς ἐνέργειαν ὡς ἐν ἰδίᾳ φύσει σεσάλευται. Πάθοι γὰρ ἂν οὐκ ἐφ' ἑτέροις τισίν, ἀλλ' ἐφ' ἑαυτῷ τὴν κατ' ἐνέργειαν κίνησιν. Τὸ δὲ ἀπὸ τοῦ τι μὴ δρᾶν ἐπὶ τὸ δεῖν ἐργάζεσθαι παρελθὸν οὐκ ἐφ' ἑαυτῷ τὴν κίνησιν, ἀλλ' ἐφ' ἑτέροις ἔχον τε καὶ ποιοῦν εὑρήσομεν. Β. Ὀνήσαις ἂν οὐχ ἧττον ἢ πάλαι σαφεστέραν ἡμῖν ποιούμενος τὴν ἀφήγησιν. Α. Οὐκοῦν φέρε λέγωμεν ὡς ἐπ' ἀνθρώπου τυχόν. Γεννητικὸς μὲν γὰρ κατὰ φύσιν καὶ δυνάμει τοῦτο ὢν ἐν ἀρχαῖς, πάρεισιν ἐν χρόνῳ καὶ εἰς ἐνέργειαν. Οὐκ ἀνεπιτήδευτον δὲ τὴν σοφίαν ἔχων, ἐμπεφυκὸς δὲ μᾶλλον οὐσιωδῶς τὸ καὶ δύνασθαί τι δρᾶν τῶν ἐξ ἐπιστήμης καὶ τέχνης ἀνθρωποπρεποῦς, ναυπηγεῖται μὲν ὁλκάδα, χαλκῶν δὲ ἐκτυπωμάτων ἰδέας διαμορφοῖ ἢ γοῦν ἕτερόν τι τῶν ὁμοίων ἐργάζεται. Ἆρ' οὖν ἐν ἴσῳ τρόπῳ τε καὶ λόγῳ κεκινῆσθαί σοι δοκεῖ, καὶ εἰς τὸ εἶναι πατὴρ κατ' ἐνέργειαν ἐκ τοῦ κατὰ δύναμιν παρενηνεγμένος, καὶ εἰς τὸ εἶναι δημιουργὸς τῶν ὅσα ἐστὶν ἐκ τέχνης ἀναφοιτῶν; Β. Οὐκ ἂν οἰηθείην πώποτε. Ὁ μὲν γὰρ οὐκ ἐφ' ἑαυτῷ κεκίνηται, τῆς ἐνούσης δὲ μᾶλλον ἐπιστήμης αὐτῷ τὴν ἔκφανσιν περὶ τὰ ἔξω ποιεῖται. Ὁ δέ ἐστιν οὐσιωδῶς ἐφ' ἑαυτῷ οἱονεὶ κινούμενος, καὶ μετάστασίν τινα καὶ τροπὴν περὶ αὐτὴν ἡμῖν ἐξεργάσεται τὴν φύσιν, ἤτοι τῆς φύσεως τὴν ἐφ' ὁτῳοῦν ἐνέργειάν τε καὶ δύναμιν. Α. Καὶ μὴν τοῦτό γέ ἐστιν ὅπερ ἔλεγον ἀρτίως, τὴν τοῦ κεκινῆσθαι διαφορὰν ἀνασκοπεῖσθαι δεῖν ἐπ' ἀμφοῖν ἐθέλων. Οὐδὲν οὖν ἄρα τὸ ὡς ἐξ ἀνάγκης ὠθοῦν τὴν τοῦ Θεοῦ φύσιν κεκινῆσθαι λέγειν καὶ τὸν κλόνον ὑπομεῖναι περί τι τῶν ὄντων οὐσιωδῶς, εἰ προήκοι κατὰ χρόνους ἐπὶ τὸ χρῆναι δημιουργεῖν. Πάθοι δ' ἂν εἰς οὐσίαν αὐτὴν τὴν κίνησιν, ἐκ τοῦ κατὰ δύναμιν εἰς ἐνέργειαν τοῦ γεννᾶν οὐκ οἶδ' ὅπως παρενηνεγμένος. Β. Ὀρθῶς ἔχει. Α. Καὶ ἑτέρως δέ—χρῆναι γὰρ οἶμαι τὰς ἄγαν εὐρινοτάτας ἀπομιμεῖσθαι κυνῶν τοὺς οἵπερ ἂν ἕλοιντο τὰ ἐκ τῆς ἀληθείας φιλοθηρεῖν εὑρήματα—κατίδοι τις ἂν ἀδρανῆ τε καὶ ἄκομψον τῶν δι' ἐναντίας τὸν λόγον. Τὸ μὲν γὰρ θεῖόν τε καὶ ὑπερκόσμιον γέννημα ἀπείρξειεν ἄν, οἶμαι, παντελῶς

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
