# De sancta trinitate dialogi i-vii 460

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 460. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/460

οὐδὲν τῶν εἰς ἀναγκαίους ἡκόντων λόγους τῷ ἰδίῳ συνυφεστάναι γεννήτορι, ἀεὶ καὶ ἀνάρχως Πατρὸς νοουμένου τε καὶ ὄντος Θεοῦ. Ἐπειδὴ δέ ἐστιν ἡ κτίσις εὐσθενείας ἐνέργημα δημιουργικῆς, πῶς ἂν καὶ πόθεν ἔχοι τὸ συνυφεστάναι Θεῷ καὶ τοῦ ἀϊδίως εἶναι τὴν δόξαν, ἐπεὶ μήτε ἄναρχος ἐν χρόνῳ καὶ τὴν εἰς τὸ εἶναι κίνησιν ἐξ οὐκ ὄντων ἔχει; Ἢ οὐκ ἀναγκαῖον εἶναι φῂς προεπινοεῖσθαί τε καὶ προϋφεστάναι πάντη τε καὶ πάντως τὴν δημιουργοῦσαν φύσιν παντὸς τοῦ καλουμένου πρὸς ὕπαρξιν δημιουργικῶς; Β. Ναί, φημί. Α. Οὐκοῦν, οὔπω μὲν ἡ κτίσις παρῆκτο πρὸς γένεσιν, ἦν δὲ καὶ τότε δημιουργὸς ὁ Θεός. Καὶ οὐχ ὅτι δημιουργός, ταύτῃ τοι Πατήρ, ἀλλ' ὅτι γεγέννηκεν· Υἱὸς δὲ ὅτι γεγέννηται. Ὅτε τοίνυν ἐν μὲν τῷ δημιουργός τε καὶ κτίσις, τὸ συνυπάρχειν οὐκ ἀναγκαῖον, ἀπαραίτητον δὲ τὴν συνύπαρξιν τὸ τῶν ἐννοιῶν ἀκριβὲς εἰσκομίσειεν ἂν ἐπὶ Θεοῦ κἂν εἴτε Πατὴρ εἴτε Υἱὸς ὀνομάζοιτο, πῶς ἂν προανίσχοι τὸ ἓν καὶ προαναφαίνοιτό πως θατέρου θάτερον, εἴπερ ἐστὶν ὅ ἐστιν ἑκάτερον ἐν τῷ νοεῖσθαι συνυπάρχοντα, καὶ οὐχὶ τῆς ἀλλήλων συνδρομῆς τητώμενα; Πατὴρ γὰρ ὡς πρὸς Υἱόν, καὶ τὸ ἔμπαλιν. Μῶν ἐκβεβιάσθαι σοι δοκεῖ πρὸς τὸ οὐκ ἔχον ὀρθῶς ὁ λόγος; Β. Ἥκιστά γε. Α. Εἰ δὲ δὴ καὶ χρῆναι γεννᾶν ἐξ ἑαυτοῦ καὶ Υἱοῦ τοῦ κατὰ φύσιν ὁρᾶσθαι Πατέρα σοφὸν εἶναί τι καὶ παγκάλως ἔχον κατεφαίνετο τῷ Θεῷ καὶ Πατρί, τίς ὁ ἐπὶ τὸ χρῆναι τεκεῖν ἢ πόθεν ἂν γένοιτο μελησμός; Τί τὸ ἐμποδὼν καὶ τὸ οὔπω δεῖν εἶναι Πατέρα τὸν Θεὸν χρησίμως τε καὶ ἀναγκαίως ἐκδυσωποῦν; Ἄνθρωποι μὲν γὰρ ἀεὶ μὲν ὅτι δυνάμει πατέρες, οὐ μὴν ἔτι καὶ ἐνεργείᾳ, οὐδενὶ τῶν ὄντων ἀσυμφανές· ἐναργὴς δὲ λίαν ἡ παρὰ πόδας κειμένη καὶ διακωλύουσα πρόφασις. Ἀφιγμένης γὰρ οὔπω πρὸς ἥβην τῆς τοῦ σώματος ἡλικίας, καταμύει πως ἔτι καὶ ἐνηρεμεῖ τῇ φύσει τὰ αὐτῆς, καὶ οἱονεὶ τὸν πρέποντα ταῖς εἰς ἐμφάνειαν ἀναδείξεσι περιμένει καιρόν. Ἐπὶ δέ γε Θεοῦ, τοῦ τελείως ἔχοντος ἀεὶ καὶ ὄντος ὅ ἐστιν, οὐκ ἐξ ἐπιδόσεως τῆς ἐπί τι τῶν οὔπω προσπεφυκότων καὶ τὴν ἐν χρόνῳ διάδειξιν ἀπαραίτητόν τε καὶ ἀναγκαίαν ἐχόντων, ἐκλάμποντος δὲ τῆς ἰδίας οὐσίας ἡμῖν τὸν Υἱὸν καὶ ἐν τάξει χαρακτῆρος οὐσιωδῶς ἐμπεφυκὸς αὐτῷ τὸ ἴδιον ἔχοντος γέννημα, πῶς ἂν ἐπινοηθείη τὸ μὴ ἀεί τε καὶ ὁμοῦ τῷ εἶναι τεκεῖν κατ' ἐνέργειαν, ἑστάναι δὲ μᾶλλον ἐν τῷ κατὰ

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
