# De sancta trinitate dialogi i-vii 469

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 469. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/469

οὐχ ὁμοίαν λαχόντες φύσιν, ἅτε δὴ τὸ μεῖον οὐσιωδῶς ἔχοντος τοῦ Υἱοῦ, κατά γε τό, οὐκ οἶδ' ὅπως, ἐκείνοις δοκοῦν, ἐνεργήσειάν τι τῶν εἰς ἡμᾶς, οὐκ ἐν ἴσῳ τρόπῳ καὶ ἀπαραλλάκτως ἔχοντι κατὰ πᾶν ὁτιοῦν, ἐκπεπεράνθαι τυχὸν τὰ τῆς ἐνεργείας αὐτοῖς νοηθείη ἄν. Εἶτα πῶς ἂν ἔτι δι' ἑνὸς τοῦ ἁγίου Πνεύματος ἡ παρ' ἀμφοῖν ἐν ἡμῖν ἔσται πλήρωσις, οὐχ ὑπουργικῶς ἐνσημαίνοντος τὰ ἑκατέρου τυχὸν καὶ τὴν διακονικὴν ἐν ἡμῖν ἀποπληροῦντος χρείαν, ἀλλ' ὡς ἐν ἰδίᾳ φύσει καὶ τὴν ἀμφοῖν εἰσκομίζοντος; Β. Προμηθέστατα ἔφης. Τουτὶ γὰρ δή μοι στρέφεται κατὰ νοῦν. Α. Τετράφθω δὴ οὖν ἐπ' αὐτὸ δὴ τουτὶ τοῦ λόγου τὸ σπούδασμα· φαίην δ' ἂν ὅτι τό τινος ἑτέροις ἐμποιοῦν δι' ἑαυτοῦ τὴν μέθεξιν τῆς μὲν πρὸς ἐκεῖνο συμφυΐας ἀποφοιτήσειεν ἂν οὐδαμῶς, ἐνεργήσει δὲ οὕτως ὡς εἴπερ ἦν ἴσως κἀκεῖνο τυχόν. Ἀναγκαίῳ γάρ, οἶμαι, πρὸς οὐσιώδη ταὐτότητα συντετάχαται νόμῳ τὰ ὅσαπερ ἂν ἀλλήλοις ταὐτοσθενῆ τὴν ἐνέργειαν διαλαχόντα φαίνοιτο. Β. Ἴθι μοι διὰ παραδειγμάτων, ἕπομαι γὰρ οὐ λίαν. Α. Οὐκοῦν εἶμί τοι, καὶ δὴ καὶ ἐρῶ. Ἥλιος μὲν γὰρ αὐτό τι καθ' ἑαυτὸ νοεῖταί τε καὶ ἔστι καὶ ἀνῳκισμένην μέν τινα διέρπει τρίβον, τοῖς τοῦ πεποιηκότος νεύμασι τὸ τῇδε ἔχειν διαλαχών. Καθιεὶς δὲ τὴν ἀκτῖνα καὶ τῶν ἐπὶ γῆς ἐπαφώμενος, ἐνίησι μὲν τῆς θερμότητος τὴν αἴσθησιν. Εἰ δὲ δὴ τίνα τε καὶ ποδαπὴν τὴν φύσιν διεκληρώσατο πολυπραγμονεῖν ἐθέλοιμεν, ἀνιδρωτὶ κατορθώσομεν. Ὅτι γὰρ θερμὸς καὶ πυρώδης, ἁπαστισοῦν εὐκόλως τῶν γε ἅπαξ μετεσχηκότων περινοήσειεν ἄν, τὴν ἐξ αὐτοῦ προεκκύπτουσαν καὶ προχεομένην ἀκτῖνα θερμὴν παραλαβὼν εἰς ἀπόδειξιν. Β. Εὖ λέγεις. Συνήσει γὰρ οὖν, ἐπείτοι καὶ ἀταλαίπωρον τὸ χρῆμά ἐστιν. Α. Εἶτα πῶς ἐκεῖνο λοιπὸν τοῖς γε νοῦν ἔχουσιν οὐκ ἐμφανές; Β. Τὸ τί δὴ φῄς; Α. Ὅτι τῆς ἡλίου φύσεως, ἥτις ποτέ ἐστιν, ἑτεροφυὲς οὔ τί που τὸ ἐξ αὐτοῦ προχεόμενον εἰς τὰ τῆς αἰσθήσεως δεκτικά. Πῶς γὰρ ἂν ἑτέρως ἔχοι τὸ ἐνεργεῖν ὡς ἐκεῖνος, μὴ οὐχὶ τὴν ἡλίου φύσιν τῆς ἰδίας ἐκδρομῆς ῥίζαν ὥσπερ τινὰ καὶ μητέρα λαχόν, ἵν' ἐξ ὧν εἶναι πεπίστευται, τῆς τοῦ προέντος οὐσίας ὅλην ἔχον ἐν ἑαυτῷ τὴν ποιότητα διεκφαίνοιτο; Β. Οὐχ ἑτέρως ἂν ἔχοι. Α. Ἰτέον δὴ οὖν ἐπ' αὐτὴν ἤδη πως τὴν τοῦ ἁγίου Πνεύματος φύσιν, καὶ περιεργότερον βασανίζοντες, ἐκεῖνο διασκεψώμεθα, οὐκ ἐξαγωνίοις τισὶν ἐπιθρῴσκοντες λόγοις,

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
