# De sancta trinitate dialogi i-vii 470

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 470. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/470

καιροῦ δὲ διέρπειν ἐφ' ἕτερα πρεπωδέστατα παραθήγοντος, πότερόν ποτε Πατρὶ καὶ Υἱῷ τὸ Πνεῦμα συντετάξεται καὶ ἐν τῇ μιᾷ τῆς θεότητος φύσει καταγραπτέον ἢ μή; Β. Ἕνα φασὶν ἀληθινὸν εἶναι Θεόν, τὸν Πατέρα, ἐπαριθμοῦσι δὲ αὐτῷ τὸ σύμπαν οὐδένα. Α. Οὐκοῦν ἐξωσθήσεται κατ' αὐτοὺς τῆς ἀληθοῦς θεότητος σὺν Υἱῷ καὶ τὸ Πνεῦμα, καὶ εἰς τὴν τῶν γεγονότων ἀπολισθήσει πληθύν, καὶ ὁμοφυὲς μὲν ἔσται κατ' αὐτοὺς τῷ Υἱῷ, κατά γε τὸν τοῦ πεποιῆσθαι λόγον, τῆς δὲ τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ὡς πορρωτάτω. Ποῖος οὖν ἔτι Θεὸς ἐν ἡμῖν εἰ καὶ ἐναυλίζοιτο τοῖς βαπτιζομένοις καὶ ἐγκατοικήσαι τὸ Πνεῦμα, παραδεικνύντων ἐκεῖνοι. Περὶ μὲν γὰρ τοῦ Θεοῦ καὶ Πατρὸς οὐδὲ αὐτοὶ φαῖεν ἄν, καθάπερ ἐγᾦμαι. Τῆς γὰρ κατὰ φύσιν καὶ ἀληθοῦς θεότητος τὴν μέθεξιν οὐκ ἄν τις ἕλοι ποτὲ διὰ γενητοῦ τοῦ Πνεύματος, ἐπεὶ μὴ τοῦτο ἐκείνου μέθεξις φυσική. Λείπεται τοίνυν εἰπεῖν ὡς εἴη μὲν μόνος ἐν ἡμῖν ὁ Υἱός, καίτοι κατ' ἐκείνους ὠνομασμένος ἑτεροφυὴς καὶ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἐκβεβηκώς, διά τε τοῦτο τῇ κτίσει συναριθμούμενος. Κτίσις οὖν ἐν ἡμῖν, οὐκ ἔτι Θεός, καὶ διὰ κτιστοῦ τοῦ Πνεύματος καταπλουτεῖ τὸν ἁγιασμὸν ἡ κτίσις, οὐδὲν ἔχουσα παρὰ τοῦ Θεοῦ καὶ Πατρός. Εἰ δὲ δὴ μεθέντες τουτί, παρατρέποιντο πρὸς τὸ ἄμεινον καὶ Θεὸν εἶναι λέγοιεν τὸν Υἱόν, φραζόντων ἐκεῖνο, πότερα θεῶν ἐν ἡμῖν ἔσται δυάς, ἐγκατοικισθέντων ἡμῖν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, ἢ γοῦν εἷς τε καὶ μόνος; Ἔφη γὰρ ὁ Χριστός· «Ἐάν τις ἀγαπᾷ με τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτὸν καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα.» Β. Δύο μέν, οἶμαι, θεοὺς οὐδ' ἂν αὐτοὺς ἐκείνους ἑλέσθαι νοεῖν· τετράψονται δὲ ἴσως πρός γε τὸ εὐθὺ καὶ ἀμωμήτως ἔχον, Θεὸν ἐν ἡμῖν ἕνα διδόντες, τὸν ἀληθινόν τε καὶ φύσει, προσθεῖεν δ' ἂν ἴσως αὐτοὶ τὸν Πατέρα καὶ μόνον. Α. Οὐκοῦν ἀνάγκη καὶ οὐχ ἑκόντας ἤδη πως ἐκεῖνο φάναι τολμᾶν ὡς εἴπερ ἐστὶν εἷς ἐν ἡμῖν καὶ μόνος Θεὸς ὁ Πατήρ, συνεισβαλεῖ μὲν οὐκέτι χρησίμως, μᾶλλον δὲ ἤδη καὶ περιττῶς ὁ Υἱός, καίτοι τὸ εἶναι Θεὸς ἀληθινὸς οὐκ ἔχων, ὄχλος δὲ ὥσπερ εἰκαῖος ἐν ἡμῖν ἔσται τυχὸν ἡ παρ' αὐτοῦ πλήρωσις. Εἴη δ' ἂν καὶ ἑτέρως οὐκ ἐν κόσμῳ τῷ καθήκοντι τετελεσμένα τὰ τῆς εὐκαίρου συνεισδρομῆς. Ναοὶ γὰρ εἴπερ ἐσμὲν τοῦ Θεοῦ, καὶ οὔ τί που θεῶν, ἐξιτητέον

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
