# De sancta trinitate dialogi i-vii 475

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 475. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/475

Α. Οὐ γὰρ ὅτι Θεὸς καὶ Κύριος εἷς διακεχρησμῴδηκε τοῖς ἀρχαιοτέροις ὁ νόμος; Β. Ναί. Α. Τοῦτον δὲ εἶναί φασι τὸν Πατέρα που τάχα. Β. Φασίν. Α. Ὁ δὲ δὴ τῶν ἀπορρήτων Χριστοῦ ταμίαν ἑαυτὸν ἡμῖν ἀναδεδεῖχθαι λέγων, ὁ τῆς οἰκουμένης μυσταγωγός, τί ἄρα μαθὼν ἢ διενθυμούμενος τῆς πρεσβυτέρας καὶ νομικῆς παιδεύσεως ἀσυγκρίτως ἐν ἀμείνοσι τὴν Χριστοῦ γνῶσιν ἐτίθει, καὶ ὑπερέχουσαν ὀνομάζει, καὶ σκύβαλα μὲν ἡγεῖται τὰ ἐν νόμῳ, κατατέθηπε δὲ καὶ ὑπερηγάσθη λίαν τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα; Ἢ οὐκ ἀναγκαῖον ἡμᾶς ὑπολογίζεσθαι καὶ φρονεῖν ὡς ὧνπερ ἂν εἴη μείζων ἡ γνῶσις, τούτοις ἕποιτο ἂν εὐθὺς καὶ τὸ ὑπερκεῖσθαι πρέπειν τῶν συγκρινομένων; Β. Οἶμαί γε. Α. Εἶτα ὅπως εἰς τοῦτο καθίκοιτο ἂν ἡμῖν ἠλιθιότητός τε καὶ ἀμαθίας ὁ νοῦς ὡς ἀμείνω λέγειν ἢ γοῦν οἴεσθαί ποτε τοῦ Πατρὸς τὸν Υἱόν, τὸν οἱονεὶ ῥίζαν ἔχοντα καὶ πηγὴν τὸν γεννήτορα; Συνυβριοῦμεν γὰρ πάντως τῷ φυτῷ τὸν καρπὸν καὶ ὁμοῦ τῇ ῥίζῃ τὸ βλάστημα, τῇ πηγῇ τὸ ἐξ αὐτῆς προχεόμενον νᾶμα καὶ οὐκ ἀλλότριον αὐτῆς, τῷ φωτὶ τὸ ἐξ αὐτοῦ διαλάμπον καὶ ἀπαστράπτον ἀπαύγασμα. Β. Συνυβριοῦμεν· πῶς γὰρ οὔ; Α. Ἀναγκαίως οὖν ἄρα παραληψόμεθα τὸν εἰς ἑνότητα φυσικὴν συνεισδέοντα λόγον τῷ Πατρὶ τὸν Υἱὸν καὶ ἐν τῇ κατὰ φύσιν καὶ ἀληθινῇ θεότητι συνεισφέροντα; Β. Ἀναγκαῖον μὲν οὖν· ἔχει γὰρ ὧδε ταυτί. Πλὴν ἐκεῖνο λέγε τὸ ὅπως ἂν προὔχοι τε καὶ ὑπερκείσεται τῆς ἀρχαίας καὶ νομικῆς παιδεύσεως ἡ γνῶσις Χριστοῦ, καίτοι συμπαραληφθέντος εἰς ταὐτότητα φυσικὴν τῷ Πατρὶ καὶ Θεῷ τῷ ἀληθινῷ συγκεκηρυγμένου διὰ τῶν ἀρχαίων Γραμμάτων; Α. Ἀμείνων ἔσται παρὰ πολὺ καὶ ὑπεραλεῖται τὴν πρώτην. Φανερωτέραν γὰρ ἔχει τὴν ἀνάρρησιν καὶ εἰς γνῶσιν εὐρύνεται τὴν ἀσυνήθη τῷ νόμῳ. Τοιγάρτοι καὶ αὐτὸς ἡμῖν ὁ ἱεροφάντης Μωσῆς ἐλιπάρει μέν, καὶ μάλα συχνῶς, ἀκριβῆ τε καὶ ἀκατάσκιον τὴν περὶ τοῦ Ὄντος γνῶσιν ἑλεῖν, καὶ δὴ καὶ ἔφασκε πρὸς τὸν τῶν ὅλων Σωτῆρα Θεόν· «Ἐμφάνισόν μοι σεαυτόν, γνωστῶς ἴδω σε.» Προσετάττετό γε μὴν ὀρύττειν ἐν πέτρᾳ καὶ διὰ στενοτάτης ὀπῆς, εἰ βούλοιτο, καταθρεῖν, αἰνιγματωδῶς ἡμῖν ὑποσημαίνοντος, οἶμαί που, κἀν τούτῳ Θεοῦ ὅτι βραχεῖαν ὁ νόμος τὴν περὶ Θεοῦ γνῶσιν ἐναστράπτει τοῖς παιδευομένοις καὶ μονονουχὶ δι' ὀπῆς τὸν ἐπὶ τῷδε μόλις ἐνίησι φωτισμόν.

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
