# De sancta trinitate dialogi i-vii 476

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 476. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/476

Ὅτι γὰρ μόνον εἷς ἐστι Θεὸς πιστεύειν ἤθελε τῶν ἐν ὑπολήψει θεότητος ἀφιστὰς τοὺς πεπλανημένους· τὸ δὲ ὅπως ἐν τοῖς καθ' ἑαυτὴν ἡ θεία τε καὶ ἄρρητος ἔχει φύσις οὐ παρέδειξε σαφῶς, καθάπερ ἀμέλει τὸ σωτήριον κήρυγμα, φημὶ δὴ τὸ διὰ Χριστοῦ. Ἐπειδὴ γὰρ ἐγνώκαμεν τὸν Υἱόν, πιστεύομεν ὅτι πέφηνέ τε καὶ ἀνέφυ καθάπερ ἐκ ῥίζης τοῦ Πατρός, καὶ ἡ τοῦ γεννήματος δόξα τὴν τοῦ γεννήτορος φύσιν καθάπερ ἐν πίνακι καταγράφουσα τῶν ὑπὲρ νοῦν καὶ λόγον ἐφικνεῖσθαι παρεσκεύασε τῆς διανοίας τὸν ὀφθαλμόν. Τοιγάρτοι καὶ ἔφασκε πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· «Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις·» πρὸς δέ γε τοὺς Ἰουδαίους· «Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν Πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε.» Τὸ δὲ εἰδέναι μέν τι τῶν ὄντων ὅτι ἔστι, μὴ μὴν ἔτι καὶ ὅπως ἔχει, μεῖον, οἶμαί που, παρὰ πολὺ πᾶς τισοῦν εἶναι φήσειεν ἂν τοῦ εἰδέναι δεῖν μετὰ τοῦ ὅτι ἔστι καὶ ὅπως ἔστιν. Οἴχεται δὴ οὖν κατόπιν ἡμῖν τῶν εὐαγγελικῶν κηρυγμάτων ἡ διὰ νόμου παίδευσις, εἷς μὲν ὅτι δὴ μόνον ἐστὶ Θεὸς τοῖς ἀρχαιοτέροις διακηρύττουσα, ἀνευρύνουσα δὲ οὐδαμῶς τὴν τῆς θεότητος φύσιν εἰς τὸ τριπλοῦν καθ' ὑπόστασιν καὶ αὖ συλλέγουσα πρὸς ἑνότητα φυσικήν. Ταυτὶ γὰρ ἡμᾶς τὸ νέον ἐδίδαξε Γράμμα. Ἑνώσεως τοίνυν καὶ ταὐτότητος φυσικῆς οὐκ εἰσδεδεγμένης ἐπί τε τοῦ Θεοῦ καὶ Πατρὸς καὶ τοῦ Υἱοῦ—εἶμι γὰρ δὴ κατευθὺ τῶν ἐν ἀρχαῖς προκειμένων—, σύγχυσις ἔσται καὶ διαστροφή, καὶ τῶν ἱερῶν Γραμμάτων ἡ πίστις οὐδαμόθεν ἔτι, καθάπερ ἐγᾦμαι, τὸ βέβαιον ἕξει καὶ ἐρηρεισμένον. Β. Πῶς ἢ τίνα τρόπον; Α. Ἕνα γὰρ εἶναι Θεὸν τὸν φύσει τε καὶ ἀληθῶς τῆς θείας ἡμῖν ἀναβοώσης Γραφῆς, τῆς ἐπὶ τούτῳ τιμῆς τε καὶ δόξης τὸν Υἱὸν ἐκπέμψομεν, εἰ μὴ τὸ τῆς οὐσίας ταὐτὸν καὶ ἀπαραλλάκτως ἔχον συνεισφρήσαι τρόπον τινὰ τῷ Θεῷ καὶ Πατρί. Ἢ οὐ διεπύθου τῶν ἁγίων ἡμῖν ἀνακεκραγότων περὶ Θεοῦ, πῇ μέν, ὅτι «Εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτὴς,» πῇ δὲ αὖ, «Ὁ μόνος ἔχων ἀθανασίαν;» Τίνα δὴ οὖν ὑποτοπητέον μόνον εἶναι νομοθέτην καὶ κριτὴν καὶ μόνον ἔχοντα τὴν ἀθανασίαν; Β. Τὸν Πατέρα που πάντως· οἶμαι γὰρ αὐτοὺς οὐχ ἕτερόν τι παρὰ τοῦτο ἐρεῖν. Α. Ἐροῦσι γὰρ οὖν καὶ αὐτὸς οἶδ' ὅτι· ἥκει γὰρ δὴ πρὸς τοῦτο αὐτοῖς δυσβουλίας ὁ σκοπός. Οἰησόμεθα δὴ οὖν ἥκιστα μὲν εἶναι νομοθέτην καὶ κριτὴν τὸν Υἱόν, τητᾶσθαι

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
