# De sancta trinitate dialogi i-vii 477

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 477. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/477

δὲ καὶ ἀθανασίας καὶ θύραθεν εἰσπεπορισμένην ἔχειν ἐν ἑαυτῷ τὴν ζωήν; Καὶ τί τὸ ἐντεῦθεν; Ὑπὸ νόμον ἤδη πως καὶ κρίσιν ἔσται καὶ οὐχ ἑκὼν καὶ τοῖς ἀποθνήσκουσι συντετάξεται κατά γε τὸ τῆς ἰδίας φύσεως μέτρον. Εἶτα πῶς οὐκ ἀπάτη καὶ φενακισμὸς καὶ ἐν τοῖς ἔτι τούτων αἰσχίοσι τὸ θεῖον ἡμῖν ἔσται κήρυγμα, φημὶ δὴ τὸ εὐαγγελικόν, τοῖς τοῦ Υἱοῦ λόγοις ἐπιψηφίζεσθαι δεῖν ἀναπεῖθον ἡμᾶς τὴν ἀλήθειαν; Ἔφη γὰρ ὅτι «Ἐγώ εἰμι ἡ ζωή,» καίτοι κατ' ἐκείνους ἀθανασίαν οὐκ ἔχων, εἴπερ ἐστὶ μόνος ἀθάνατος ὁ Πατήρ. Καὶ μὴν ὡς ἔσται κριτὴς καὶ πέφηνε νομοθέτης, οὐδενός, οἶμαί που, δεηθείης ἂν εἴς γε τὸ συνιέναι πόνου. Ἦ γὰρ οὐκ ἐπύθου λέγοντος πῇ μὲν ὅτι «Ἐρρέθη· Οὐ μοιχεύσεις, ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμεῖσθαι ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ,» πῇ δὲ αὖ, «Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ;» Β. Ἐπυθόμην. Φράζε δὲ ὅμως ἐκεῖνο, βούλει ταῖς εἰς ἀντιλογίαν ἐνστάσεσι τὸν λόγον διαγυμνάζωμεν, ἢ καταθεῖν ὥσπερ ἐρήμην ἐῶμεν τῶν δι' ἐναντίας παραποδίσματος δίχα; Α. Καὶ μὴν ἴθι τοι πρός γε τοῦτο γεννικῶς. Καταθήξαι γὰρ ἂν τὸ χρῆμα τὸν νοῦν, εἰς τὸ θερμότερον μὲν ἢ πάλαι τοῖς ἀντεξάγουσιν ἀντιφέρεσθαι, νεανικώτερον δὲ τοὺς τῶν ἀνθεστάναι δοκούντων ἀποκρούεσθαι λογισμούς. Β. Οὐκοῦν ἀναμέρος ἕκαστά τε καὶ σαφῶς ἤδη λέγωμεν. Α. Φράζε τὸ δοκοῦν. Καταλογιοῦμαι γὰρ ἥκιστα μὲν εἶναι σήν, δόξαν δὲ μᾶλλον αὐτὸ τῶν δι' ἐναντίας. Β. Εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτὴς ὁ Θεὸς καὶ Πατήρ. Πρέποι γὰρ ἂν καὶ μόνῃ τῇ τῶν ὅλων βασιλίδι φύσει τὸ θεσμοθετεῖν καὶ τὸ κρίνειν. Ἀφῖκταί γε μὴν καὶ ὁ Υἱὸς εἰς τοῦτο δόξης, κατανεύσαντος αὐτῷ τὸ ἑλεῖν τοῦ Θεοῦ καὶ Πατρός. Α. Καὶ τίνι τῶν εὖ φρονούντων ἀσυμφανὲς ὡς εἰκαίους ἡμῖν, ὦ φιλότης, ἐπαντλήσεις λόγους, ψυχρὰν δὲ καὶ ἄχρηστον ἐννοιῶν ἐπισωρεύσεις πληθύν, εἰ μὴ συνηχούσας οἷς ἔφης τὰς τῶν ἁγίων ἡμῖν ἐπιδείξαις συγγραφάς; Ἑψόμεθα γὰρ οὐχὶ τοῖς ἐθέλουσί τε καὶ εἰωθόσι τὰ ἀπὸ μόνης τῆς σφῶν αὐτῶν ἐρεύγεσθαι διανοίας, ἀλλὰ τοῖς λαλοῦσιν «ἀπὸ στόματος Κυρίου,» κατὰ τὸ γεγραμμένον. Β. Εὖ λέγεις. Οὐκοῦν ὁ μὲν θεῖος, φησίν, ὕμνησέ που Δαβὶδ (ἐποιεῖτο δὲ τοὺς λόγους ὡς πρὸς τὸν Πατέρα Θεὸν περὶ τῆς κλήσεως τῶν ἐθνῶν)· «Κατάστησον, Κύριε, νομοθέτην ἐπ' αὐτούς, γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν.»

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
