# De sancta trinitate dialogi i-vii 482

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 482. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/482

Αὐτὸς ὁ λαλῶν πάρειμι.» —Ἐνηνθρώπηκά τε γὰρ καὶ ἐν εἴδει γέγονα τῷ καθ' ὑμᾶς, ὁ πάλαι λαλῶν, καίτοι τοῦ Θεοῦ καὶ Πατρὸς τὰ διὰ τῶν ἁγίων προφητῶν κεχρησμῳδηκότος. Ὅτι δὲ τῷ γε ἅπαξ τὴν τοῦ νομοθέτου δόξαν ἔχοντι, φυσικῶς ἕψεταί που πάντως καὶ τὸ δεῖν εἶναι κριτήν, τοὺς ἀτιμάζοντας τὸ διορισθὲν καὶ εἰς τὸ σφίσι δοκοῦν ἀποκλίνοντας πικραῖς ὑποφέροντα δίκαις, οὐδαμόθεν ἀμφίλογον. Β. Παντάπασι μὲν οὖν. Α. Ὥσπερ οὖν εἰ καὶ λέγοιτο τυχὸν εἷς μὲν νομοθέτης, εἷς δὲ κριτὴς ὁ Πατήρ, κατ' οὐδένα τρόπον διολισθήσειεν ἂν τῆς ἐπ' ἀμφοῖν δόξης τε καὶ ἀληθείας ὁ Υἱός, ἐπείτοι τὸ διατέμνον οὐδὲν τῆς πρὸς Θεὸν Πατέρα ταὐτότητος φυσικῆς· κατὰ τὸν αὐτόν, οἶμαι, τρόπον, κἂν εἰ μόνος ἔχειν τὴν ἀθανασίαν ὁ Θεὸς λέγοιτο καὶ Πατήρ, οὐσιῶδες ἔσται καὶ ἐν Υἱῷ τὸ ἀξίωμα, καὶ συγχρηματιεῖ πάντως ἀθάνατος, ἤγουν αὐτὸ κατὰ φύσιν ἀθανασία, καὶ τοῖς τοῦ τεκόντος ὑψώμασι κατηγλαϊσμένος, πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων προσκυνηθήσεται. Εἰ δὲ δὴ φαῖεν ἂν οὐχ ὧδε ταῦτ' ἔχειν καὶ ψευδομυθίας ἡμῖν ἐπιπλέκουσι γραφήν, καίτοι πρεσβεύουσι τἀληθές, φραζόντων ἐκεῖνο. Β. Τὸ ποῖον αὖ; Α. Πρῶτον μὲν εἰ τὸ ζωῆς καὶ ἀθανασίας τητώμενον, οἴκοθέν τε τοῦτο οὐκ ἔχον, θνητὸν ἔσται πάντως, καὶ εἰσκεκριμένον ἔχει τὸ ζῆν, ὡς παρ' ἑτέρου δοτόν; Β. Θνητὸν γὰρ ἔσται δυνάμει, τὸ μὴ ἀθάνατον φύσει. Α. Καὶ πρός γε δὴ τούτοις, ἀποκρινάσθων ἔτι, τίς ἂν νοοῖτο τυχὸν ἡ ζωῆς ἐνέργεια εἰς τὰ ζωῆς ἐπιδεᾶ; Β. Ἡ ζωοποίησις δηλονότι, καθάπερ ἀμέλει καὶ τὸ φωτίζειν ἔργον ἂν εἴη φωτός. Α. Εὖ λέγεις. Εἰ δὲ δή τις οἴοιτο ζωογονεῖσθαι μὲν πρὸς ἑτέρου τὴν ζωήν, καταφωτίζεσθαι δὲ καὶ τὸ φῶς, ἄρα ἄν σοι δόξειεν εἰκάζειν ὀρθῶς; Β. Οὔ τί που· λογισμοῦ δὲ μᾶλλον ἀπολισθεῖν τοῦ σώφρονος. Ζωὴ γὰρ οὐκ ἔτι τὸ πρὸς ἑτέρου ζωοποιούμενον. Α. Ὅταν οὖν ἡμῖν εἰς μέσον ἥκῃ διακεκραγὼς ὁ Μονογενής· «Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή,» ἀθανασίας ἐρήμην ὑποτοπητέον εἶναι τὴν εἰρημένην ζωήν, ἢ πῶς; Β. Οὐκ ἐρήμην, πόθεν; Ζωὴν γὰρ εἶναί φημι τὴν κατὰ φύσιν ἀθανασίαν. Α. Μόνου δὴ οὖν τοῦ Θεοῦ καὶ Πατρὸς τὴν ἀθανασίαν ἔχοντος—ὧδε γάρ που τὸ θεῖον ἡμῖν ἔφη λόγιον—, πῶς ἂν ἔχοι ταύτην καὶ ὁ Υἱός; Ἀλλ' οἶμαί που πάντως ὅτι τὸ τῆς ἑνότητος χρῆμα διαδείξειεν ἂν ἐπ' ἀμφοῖν, καὶ μάλα ῥᾳδίως, οὐσιώδη τὴν ζωὴν καὶ ἔμφυτον τὴν ἀθανασίαν, οὐκ εἰσποίητον, ἀγαθόν.

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
