# De sancta trinitate dialogi i-vii 487

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 487. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/487

Εἶτα, πῶς ἦν ἐν μορφῇ καὶ ἰσότητι τοῦ Θεοῦ καὶ Πατρός, κένωσιν μὲν οὔπω τὴν ἑκούσιον ὑποστάς, μορφὴν δὲ καὶ μέτρον τὸ δουλοπρεπὲς οὐκ ἀξιώσας ἑλεῖν; Οὐ γὰρ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, καίτοι τοῦτο ἔχειν ἐξόν. Εἴπερ οὖν εἶναί φαμεν καὶ πρὸ τῶν τῆς κενώσεως χρόνων ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς τὸν Υἱόν, ἐκτετίμηται δὲ κενωθεὶς καὶ ἀναπεφοίτηκεν εἰς μέτρον τῆς ἐνούσης αὐτῷ δόξης τὸ ὑπερτεροῦν, ὑπερήλατό που τάχα καὶ αὐτὸν τὸν Πατέρα. Β. Ὡς δριμὺς ὁ λόγος. Α. Ἀληθὴς δ' οὖν ὅμως, τό γε ἧκον εἰς λογισμούς. Καὶ εἰ μὲν δή τι τὸ ἄμεινον ἀποκεκέρδακεν ὁ Υἱὸς τὸ ὑπὲρ πᾶν ὄνομα λαβών, ὑπερανεστήξει που πάντως ἔν γε τοῖς καθ' ἑαυτὸν καὶ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς πλεονεκτήσει φύσιν. Τουτὶ γὰρ ἡμῖν ὁ δριμὺς ἀρτίως κατέδειξε λόγος. Εἰ δὲ ἥκιστα μὲν ἐν ἀμείνοσιν ἤπερ ἦν, κἂν εἰ νοοῖτο λαβών, κατίδοι τις ἂν αὐτόν, προσετίθει δὲ τὸ σύμπαν ἡ χάρις οὐδέν, οὐκ ἀσύφηλοι καὶ ψευδοεπεῖς ἁλοῖεν ἂν οἱ θράσους εἰς τοῦτο προήκειν οὐ παραιτούμενοι ὡς ἤδη φάναι τολμᾶν ὅτι μικρὰ τὴν κτίσιν, ἵνα μὴ λέγοιμι παντελῶς οὐδέν, ἡ τῆς ἀρρήτου θεότητος πλεονεκτήσει φύσις; Ὀνήσειε δ' ἂν ἥκιστά γε πρὸς τὸ λαμπρότερον ἀναφέρουσα καὶ εἴ τῳ τυχὸν τῶν ὄντων περιθείη τὰ ἑαυτῆς. Ἀλλ' ὧδε νοεῖν ἀπόπληκτον· ἀξιόληπτα δὲ τὰ Θεοῦ, καὶ εἰς λῆξιν ἀναφέρει τὴν ἀνωτάτω· ἑαυτοῦ πως ἤδη καὶ ἀμείνων ὁ Θεὸς καὶ Πατὴρ ὀφθήσεται, καὶ τῶν ἀμεινόνων ἢ ἐν οἷς ἐστι δοτήρ. Β. Τίνα τρόπον; Α. Ἐν μορφῇ γὰρ ὄντα καὶ ἐν ἰσότητι τῇ πρὸς ἑαυτὸν τὸν Υἱὸν καὶ πρό γε τῶν τῆς κενώσεως χρόνων, καὶ κατ' οὐδένα τρόπον τῆς ἐνούσης αὐτῷ δόξης μειονεκτούμενον, ἄνω που καὶ ὑψηλὸν ἐτίθει, τὸ ὄνομα δοὺς τὸ ὑπὲρ πᾶν ὄνομα αὐτῷ. Ἆρ' οὖν οὐχὶ συρφετός τε ἤδη ταυτί, καὶ δυσφημιῶν ἀγριότης, καὶ λογισμῶν ἀτοπία, τῆς ἁπασῶν ἐσχάτης ἀμαθίας ἐξόζουσα; Β. Πάνυ μὲν οὖν. Α. Καὶ ἑτέρως δ' ἄν τις τῆς ἐκείνων ἀτοπίας δικαιοτάτην ἄν, οἶμαι, ποιήσαιτο τὴν κατάρρησιν, κἀκεῖνο διεσκεμμένος. Εἰ γὰρ οἶδεν ἑαυτὸν ψιλῷ διακεχρημένον ὀνόματι τῷ τῆς θεότητος ὁ Υἱὸς καὶ οὐ φύσεως ἔχοντα τὸ χρῆμα καρπόν, τί τὸ ἀναπεῖθον ἀναφανδὸν ἤδη βοᾶν· «Ἐγώ εἰμι ἡ ἀλήθεια;» Τὸ γάρτοι νόθον οὐκ ἀληθές, καὶ τὸ τοῖς ἔξωθεν καὶ εἰσκεκριμένοις ὡραϊσμοῖς οὐχ ὅπερ ἐστὶ κατὰ φύσιν ὁρώμενον εἰσβιάζεται μὲν καὶ εἰσδύνειν ἀποτολμᾷ τῆς ἀληθείας τὴν δόξαν, ἔχοι δ' ἂν οὐχ ὧδε κατὰ ἀλήθειαν, καὶ βασάνοις τοῖς ἐκ λογισμῶν ἀκαλλὲς ἐξελέγχεται. Τί δὲ

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
