# De sancta trinitate dialogi i-vii 488

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 488. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/488

οὐχὶ τοῖς κατὰ θέσιν θεοῖς ἑαυτὸν ἐπαριθμεῖν ὁ μὴ φύσει Θεὸς ᾤετο δεῖν, τῆς δὲ τῶν ἁγίων ἀπαλλάξας πληθύος, καὶ εἰς τόπον ἴδιον ὥσπερ τινὰ καὶ οὐδενὶ τῶν ἄλλων βατὸν ἀνεφοίτα, λέγων· «Εἰ ἐκείνους εἶπε θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο καὶ οὐ δύναται ἡ Γραφὴ λυθῆναι, ὃν ὁ Πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον· Υἱὸς Θεοῦ εἰμι;» Εἰ γὰρ ἐκεῖνοι, φησί, διακέκληνται θεοί, τὸν τοῦ Θεοῦ λόγον εἰσοικισάμενοι καὶ εἰσδεδεγμένοι κατὰ ψυχήν, πῶς οὐκ ἂν εἴη Θεὸς ὁ δι' ὃν ἐκεῖνοι θεοί; «Θεὸς γὰρ ὁ Λόγος ἦν,» κατὰ τὴν Ἰωάννου φωνήν. Τὸ δὲ ἦν, οὐ νεωτέραν αὐτῷ τὴν δόξαν, ἀλλὰ παντὸς δὴ χρόνου πρεσβυτέραν ἀνάπτει. Διαπταῖσαι γὰρ ἂν ὅποι ποτὲ ἄρα τὸ ἦν, ἢ πρὸς ποῖον ἡμῖν ἀφίξεται τέλος, ἀεὶ προσωτέρω χωροῦν καὶ ἀσχέτῳ δρόμῳ πεμπόμενον, καὶ χρόνῳ χαρίζεσθαι τὸ πρεσβύτερον οὐκ εἰδός, προαναθρώσκειν δὲ ὥσπερ ἐννοίας ἁπάσης τῆς ἐπέκεινα καιροῦ μεμελετηκός; Β. Εὖ λέγεις· χρόνου γὰρ ἄμεινον ἀεί πώς ἐστι τὸ ἦν. Α. Ὁ δὲ δὴ θεσπέσιος Παῦλος νόθοις μὲν οὐχὶ κατηγλαϊσμένον ἀξιώμασι τὸν Υἱόν, φύσει δὲ μᾶλλον οἶδεν ὄντα Θεόν, ἑνώσει συνδέων τῇ πρὸς τὸν Πατέρα καὶ Θεὸν οὐσιώδει καὶ φυσικῇ. Β. Τίνα τρόπον; Α. Γράφει γὰρ ὧδε· «Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ πολλοὶ καὶ κύριοι πολλοὶ ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ἀλλ' ἡμῖν εἷς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα.» Εἴπερ οὖν ἠπίστατο τοῖς κατὰ χάριν θεοῖς ἐναριθμεῖσθαι πρέπειν αὐτόν, τί μὴ τοῖς ἄλλοις ἐφιεὶς ἀναμίξ, ἕνα καὶ μόνον ἡμῖν κατεδείκνυ Θεὸν καὶ Κύριον τὸν Πατέρα, ἀναμέρος δὲ ὥσπερ τὸ ἑκάτερον τιθείς, τὸ μὲν τῆς θεότητος ὄνομα τῷ Πατρί, τὸ δὲ τῆς κυριότητος ἀπονέμεσθαι δεῖν ἐδοκίμαζε τῷ Υἱῷ; Ἀλλ', οἶμαί που, σοφὸν ἂν νοοῖτο καὶ ἀναγκαῖον οὔτε τῆς κατὰ φύσιν καὶ ἀληθοῦς θεότητος τὴν τοῦ δύνασθαι κρατεῖν καὶ κυριεύειν τῶν ὅλων ἐκμοχλεύεσθαι δόξαν, οὔτε μὴν τῆς ἀληθοῦς κυριότητος ἔξω πέτεσθαι φιλεῖν τὴν τῆς θεότητος φύσιν· προσείη δ' ἂν μᾶλλον ἀμφοῖν τὸ ἑκάτερον, καὶ ἀναμέρος εἶναι δοκοῦν. Φύσεως δὲ μιᾶς ἀπόδειξις ἐναργὴς τὸ οἱονεὶ κατεστέφθαι τελείως οἷς ἂν ἑκάτερον ἔχοι φυσικοῖς ἰδιώμασι, καὶ τὸ δι' ἀμφοῖν ἐν ἅπασιν ἰσοφυὲς καὶ ἀδιαβλήτῳ ταὐτότητι μαρτυρούμενον τὸ κατά τι γοῦν ὅλως ὀθνεῖον οὐκ εἰσδέξεται. Β. Πῶς γὰρ ἄν;

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
