# De sancta trinitate dialogi i-vii 490

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 490. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/490

θείαν ἡμῖν ὅπως ἔχει διορίζουσι φύσιν καὶ νόμους ἐπ' αὐτῇ κατὰ τὸ ἀβασανίστως δοκοῦν ἐκφέρουσι, βραχὺς κομιδῇ, μᾶλλον δὲ ὅλως οὐδεῖς γένοιτ' ἂν εἰκότως τῶν γε ἅπαξ εἰς τοῦτο ἡκόντων ὁ λόγος, ἐπείπερ ἐρεύγονται μὲν τὰ ἀπὸ καρδίας αὐτῶν, τῶν δὲ ἀπὸ στόματος Κυρίου λαλοῦσιν οὐδέν. Εἰ δὲ δεῖν οἴονται τὴν τῆς ἀκραιφνοῦς θεογνωσίας διαστείχειν ὁδόν, ὃ φρονεῖν ἐγνώκασι ταῖς ἀπὸ τῆς θείας Γραφῆς κατασφραγιζόντων φωναῖς. Β. Ναί, φησίν. Ἔφη γὰρ ὁ Υἱὸς πρὸς Φίλιππον· «Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν;» Α. Ἆρ' οὖν ἁγιάζει τὸν Υἱὸν ὁ Πατὴρ ἐν αὐτῷ γεγονώς; Β. Ἐροῦσί που πάντως. Α. Ἅγιος ὢν κατὰ φύσιν καὶ οἴκοθεν ἔχων τὸν ἁγιασμὸν καὶ τὸ ἁγιάζειν δύνασθαι τοὺς ἐν οἷς ἂν γένοιτο τυχόν, ἢ γοῦν παρ' ἑτέρου τοῦτο τὸ χρῆμα πεπλουτηκώς; Β. Ἅγιος δηλονότι κατὰ φύσιν αὐτὸς ὤν. Α. Οὐκοῦν, ὦ γεννάδαι καὶ πρὸς πᾶν ὁτιοῦν εὔκολοι τῶν ἀπηχεστάτων, ἁγιότητος μὲν φυσικῆς ὁ Υἱὸς ἐστέρηται, καὶ τοῦ πλημμελεῖν οὐκ ἐλευθέραν, ἤγουν εἰσάπαν ἀπηλλαγμένην τὴν φύσιν διεκληρώσατο, τό γε ἧκον εἰς αὐτήν. Εἴπερ οὖν ἀπόνασθαί τι δοῖεν ἂν αὐτήν, ἔκ γε τοῦ ἡγιάσθαι παρὰ τοῦ Πατρὸς καὶ τὴν ἐφ' οἷς τεθαύμασται πρὸς ἡμῶν ἴδρυσίν τε καὶ δόξαν ἑλεῖν, προστιθέντος δὲ τῷ Υἱῷ τοῦ ἡγιάσθαι μηδέν, εἰκαῖον, οἶμαί που, τὸ φάναι λοιπὸν ἐνηυλίσθαι τε καὶ ἐνοικεῖν αὐτῷ τὸν Θεὸν καὶ Πατέρα. Ἀλλὰ μὴν αὐτός τέ ἐστιν ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν αὐτῷ. Καὶ τίς ἂν γένοιτο τυχὸν ὁ τοῦδε τρόπος ἢ ὅπως ἂν ἔχοι τὸ χρῆμα ἄριστα ἂν ὧδε διασκεψαίμεθα. Ὁ μὲν γὰρ Υἱός, κατά γε τὸ αὐτοῖς τάχα που καὶ μόνοις ἀνοσιώτατα δοκοῦν, εἰσοικίζεται τὸν Πατέρα δεδεημένος ἁγιασμοῦ. Τί δ' ἂν νοοῖτο πεπλουτηκὼς καὶ αὐτὸς ὁ Πατήρ, τὸν Υἱὸν ἔχων ἐν ἑαυτῷ; Εἰ μὲν οὖν ὡς ἔστιν ἐροῦσι τρόπος οὑτοσὶ τοῦ τελείως ἁγιάζεσθαι δεῖν τὸ ἁγιάζεσθαι πεφυκός, τί μὴ καὶ ἡμεῖς τὸ Πνεῦμα δεχόμενοι μετακεχωρήκαμεν εἰς αὐτό, ὡς ἐκεῖνο μὲν ἐν ἡμῖν, ἡμᾶς δὲ αὖ κατοικεῖν ἐν αὐτῷ; Εἰ δὲ θορυβεῖ <μέντοι> ἐν τούτοις τὸ λίαν ἀπρεπές—τὸ Πνεῦμα γὰρ ἐν ἡμῖν, καὶ οὐχ ἡμεῖς ἐν αὐτῷ κατὰ φύσιν—, πῶς οὐχ ἑώλοις ἐπινήχονται λογισμοῖς, οὐχὶ τῇ ταὐτότητι τῆς οὐσίας ἀπονέμεσθαι δεῖν οἰόμενοι τὸ ἐν Πατρὶ μὲν Υἱόν, Πατέρα δὲ αὖ καταγράφειν ἐν Υἱῷ, ἀλλ' ἐν μοίρᾳ τῶν θύραθεν καὶ συμβεβηκότων ἀγαθῶν ἐνοικίζεσθαι τῷ Υἱῷ τὸν γεγεννηκότα διατείνεσθαί τε καὶ φρονεῖν ᾑρημένοι;

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
