# De sancta trinitate dialogi i-vii 492

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 492. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/492

Υἱόν, ἁγιάζεσθαί τε, ἤγουν εἰς υἱότητα διακεκλῆσθαι παρὰ Θεοῦ, καὶ δόξαν ἑλεῖν τὴν εἰσποίητον σὺν ἡμῖν, φύσεως δὲ μᾶλλον διακεκτῆσθαι νόμῳ τοῦθ' ὅπερ ἐστίν. Υἱοποιηθείη δ' ἂν οὔ τί που διὰ τοῦ ἰδίου Πνεύματος. Ὅτι γὰρ ἴδιον τοῦ Υἱοῦ τὸ Πνεῦμά ἐστι, καθάπερ ἀμέλει καὶ τοῦ Πατρός, ἀναμάθοι τις ἄν, καὶ λίαν ἀμογητί, αὐτοῦ μὲν λέγοντος· «Εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν;» Καὶ πάλιν· «Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.» Ὡδὶ δὲ καὶ Παύλου τοῖς πιστεύουσιν ἐπιστέλλοντος· «Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ' ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διὰ τὴν ἁμαρτίαν, τὸ δὲ Πνεῦμα ζωὴ διὰ δικαιοσύνην.» Τὸ τοίνυν ἡμᾶς τοὺς ἐπὶ τῆς γῆς τῇ τῆς υἱότητος δόξῃ καταχρυσοῦν, φημὶ δὴ τὸ Πνεῦμα, ἐπείπερ ἐστὶ τοῦ Υἱοῦ, ἐνεργήσει μὲν εἰς ἑτέρους τὴν υἱοποίησιν, ἀπρακτήσει δὲ παντελῶς περὶ τὸν οὗπέρ ἐστιν, οὐκ εἰσκεκριμένον, οὔτε μὴν ἔξωθεν εἰσπεφοιτηκός, ἀλλ' οὐσιωδῶς ὑπάρχον αὐτοῦ, καὶ δι' αὐτοῦ προχεόμενον τοῖς ἑλεῖν ἀξίοις ἐν εὐδοκίᾳ Πατρός. Ἢ οὐκ ὀρθῶς σοι ταῦτα φάναι τε καὶ ἐννενοῆσθαι δοκῶ; Β. Παντάπασι μὲν οὖν. Α. Ὁ δὲ δὴ τῶν θείων ἡμῖν μυστηρίων ἱερουργὸς Ἰωάννης, ὅταν εἰς μέσον ἥκῃ βοῶν περί τε Θεοῦ καὶ ἡμῶν· «Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ ἔδωκεν ἡμῖν,» πῶς οὐ παντελῶς ἀταλαίπωρον ἰδεῖν ὅτι Θεὸς ἀληθῶς καὶ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἐκπεφοίτηκεν ὁ Υἱός, εἴπερ ἐστὶν ὡς Θεὸς καὶ οὐχ ἕτερόν τι κατοικοῦν ἐν ἡμῖν τὸ Πνεῦμα αὐτοῦ; Καὶ πρός γε τούτῳ φημί, εἰ τὸ Πνεῦμα τοῦ Θεοῦ καὶ Πατρός, ἐν ᾧ τὴν τῶν εἰς τὸ εἶναι παρενηνεγμένων ζωοποιεῖ τε καὶ ἁγιάζει φύσιν, ἴδιόν ἐστι καὶ τοῦ Υἱοῦ, τίς ἂν εἰς τοῦτο προήκοι χυδαιότητος λογισμῶν ὡς νοεῖν ἢ φράσαι τῆς πρὸς Πατέρα καὶ Θεὸν ὁμοουσιότητος ἐκπεφοιτηκέναι καὶ τελεῖν ἐν κτίσμασι, καὶ οὐχὶ τὰ τῆς θείας φύσεως ἴδια καὶ ἐξαίρετα τῶν ταύτης ὅρων ἐξοίσει τε καὶ χαριεῖται τῇ κτίσει, ὡς ὁρᾶσθαι λοιπὸν τὸ παραλλάττον οὐδέν, ἰσομέτρως δὲ εἶναι λαμπρὰν κτίσιν τε καὶ φύσιν ᾗ τὸ κατὰ πάντων ἔνεστι κράτος; Β. Σφαλερὸν τὸ χρῆμα. Πῶς γὰρ οὔ; Α. Οὐκοῦν, ἐπειδήπερ τοῖς τοῦ Πατρὸς ἰδιώμασιν ἐκλελαμπρυσμένον

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
