# De sancta trinitate dialogi i-vii 493

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 493. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/493

παρά γε τοῖς ἱεροῖς Γράμμασι καταθρήσαι τις ἂν εὖ μάλα τὸν Μονογενῆ, φέρε δή, φέρε, καὶ ἑτέρας ἐννοίας τοῖς εἰρημένοις ἐπισυλλέγοντες, τὸν ἀδρανῆ καὶ ἀπόπληκτον τῶν δι' ἐναντίας ἐκπολιορκῶμεν λόγον, καὶ παραθῶμεν εἰς μέσον τὰ δι' ὧν ἂν φαίνοιτο καὶ ἰσουργὸς καὶ ἰσοσθενὴς τῷ Θεῷ καὶ Πατρί, καὶ μὴν καὶ Θεός, οὐ τοῖς κατὰ χάριν εἰς τοῦτο ἠγμένοις ἐναρίθμιος ὤν, οὔτε μὴν εὐκλείαις ταῖς ἔξωθεν κατηγλαϊσμένος, ἀληθινὸς δὲ μᾶλλον, καὶ τὸ κατά τι γοῦν ὅλως μειονεκτεῖσθαι φυγὼν τῆς τοῦ τεκόντος ὑπεροχῆς, ἧσπερ ἀνέχειν νοοῖτο κατὰ παντὸς γενητοῦ. Β. Ὡς πολλοῦ γε, ὦ τᾶν, μᾶλλον δὲ τοῦ παντὸς ἄξιον φαίην ἂν ἔγωγε τουτί. Α. Οἴει δὴ οὖν, ὦ ἑταῖρε, μετεῖναί τινι τῶν κεκλημένων εἰς ὕπαρξιν τὸ ἐνεργεῖν δύνασθαι καὶ διαπεραίνειν εὐκόλως ἅπερ ἂν αὐτὴ καὶ μόνη κατορθώσειεν ἥ γε τῶν ὅλων κατάρχουσα φύσις; Β. Οὐδενί. Α. Ὀρθῶς ἔφης. Ἀνάπτει δὴ οὖν ὁ ἱερώτατος Παῦλος ὡς ὑπερφυὲς καὶ ἐξαίρετον καὶ τοὺς ὅρους ὑπερτρέχον παντός, οἶμαι, τοῦ πεποιημένου τῷ Θεῷ καὶ Πατρὶ τὸ ζωογονεῖν δύνασθαι τοὺς νεκρούς. Ἔφη δὲ οὕτως· «Οὗ δὲ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις. Διὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι, οὐ τῷ ἐκ τοῦ νόμου μόνον, ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραάμ, ὅς ἐστι πατὴρ πάντων ἡμῶν, καθὼς γέγραπται ὅτι Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε κατέναντι οὗ ἐπίστευσε Θεοῦ τοῦ ζωογονοῦντος τοὺς νεκροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα.» Ἴθι δὴ οὖν καὶ ἐπ' αὐτήν, εἰ δοκεῖ, τὴν τοῦ Υἱοῦ δόξαν. Ἥκιστα μὲν γὰρ ἐν μείοσιν ἢ ἐν οἷς ὁ Πατήρ, ἰσομέτροις δὲ μᾶλλον ταῖς ἐνεργείαις κατεστεμμένον κατόψει δὴ πάλιν. Ὁ αὐτὸς γὰρ ἡμῖν ἔφη Παῦλος· «Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.» Ζωὴ γάρ ἐστιν, οὐχ ἑτεροίως ἔχων ἔν γε τοῖς καθ' ἑαυτὸν ἢ ὥσπερ ἂν εἴη καὶ αὐτὸς ὁ Πατήρ. Διεπύθου γάρ που λέγοντος αὐτοῦ· «Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ.» Τοιγάρτοι τὸ θεοπρεπὲς εἰς ἐνέργειαν μήνυσιν ἐναργῆ τῆς ἑαυτοῦ φύσεώς τε καὶ δόξης ἐποιεῖτο λέγων· «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύετε.» Ἦ γὰρ οὐχὶ διὰ τούτων ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ἠξίου γνωρίζεσθαι; Ὡς εἴπερ τῳ φαίνοιτο προσὸν τὸ ἰσουργεῖν δύνασθαι τῷ Θεῷ, ἰσοκλεὴς πάντως που καὶ ἕτερον οὐδὲν εἴη ἂν ἢ Θεός.

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
