# De sancta trinitate dialogi i-vii 494

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 494. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/494

Ἄγει γάρ, οἶμαι, πρὸς τοῦτο ἡμᾶς ὁ λόγος. Β. Ἔοικεν. Οὐ γὰρ ἂν ᾠήθη δεῖν τοῖς ἴσοις ἀπαραλλάκτως ἐπαυχεῖν κατορθώμασι, μὴ οὐχὶ τῆς ἴσης μεταποιούμενος δόξης. Α. Ἱεροῦ δὲ ἡμῖν ἐπιφωνοῦντος Γράμματος· «Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἐκ τοῦ Πατρὸς τῶν φώτων, παρ' ᾧ οὐκ ἔστι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα,» πόθεν ἂν ᾠήθης αὐτὸς τὴν τῶν θείων ἡμῖν χαρισμάτων πράττεσθαι διανομήν; Β. Ἐκ Θεοῦ Πατρὸς δηλονότι. Α. Καὶ μὴν τοῖς ἁγίοις ἀποστόλοις ἐπ' ἐξουσίας ἐδίδου τὴν κατὰ πνευμάτων ἀκαθάρτων εὐσθένειαν ὁ Χριστός, ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ. Καὶ τὸ ἔτι τούτων ὑπερτεροῦν, καὶ αὐτοῦ δύνασθαι καταθλεῖν θανάτου διεκελεύετο, θεοπρεπέστατα λέγων· «Ἀσθενοῦντας θεραπεύετε καὶ νεκροὺς ἐγείρετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε.» Διωμολόγηκέ τε καὶ μάλα σαφῶς ὁ θεσπέσιος ἡμῖν Ἰωάννης λέγων· «Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἡμεῖς ἐλάβομεν.» Δόσις δὲ ἀγαθὴ καὶ δώρημα τέλειον εἴη ἂν ἕτερόν τι, κατά γε τὸ αὐτῷ σοι δοκοῦν, πλὴν ὅτι τοι τὸ μεταλαχεῖν ἁγίου Πνεύματος; Β. Οὐδαμῶς. Α. Ἄθρει δὴ οὖν καὶ διὰ τούτων ἡμῖν, ὦ φιλότης, ἐξ ἰδίου πληρώματος προϊέντα τὸν Υἱὸν τὸ ἴδιον αὐτοῦ καὶ ἀναποβλήτως ἐμπεφυκὸς ἅγιον Πνεῦμα, δι' οὗ πᾶσα δόσις ἀγαθή. Ἐπειδὴ γὰρ ἀνέβη ὁ καταλύσας τὴν φθορὰν καὶ τοῖς τοῦ θανάτου δεσμοῖς ἐρρῶσθαι φράσας, ἀνακομίζων ἡμᾶς εἰς ἁγιασμὸν καὶ τὸ ἀρχαῖον τῆς φύσεως κάλλος καθάπερ ἐν ἀπαρχῇ τοῦ γένους τοῖς ἀποστόλοις ἐντιθείς, ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτῶν λέγων· «Λάβετε Πνεῦμα ἅγιον.» Ἀλλ' εἴπερ ἐστὶν ἄνωθέν τε καὶ παρὰ Πατρὸς πᾶν δώρημα τέλειον, ἐνεργεῖ δὲ τὴν τούτων διανομὴν οὐ διακονικῶς ὁ Υἱός, ἐν ἐξουσίᾳ δὲ μᾶλλον τῇ θεοπρεπεῖ, κατὰ τίνα δὴ ἄρα λοιπὸν ἀφεστήξει τρόπον τοῦ μὴ εἶναι κατὰ φύσιν τοῦθ' ὅπερ ἐστὶν ὁ γεννήσας αὐτόν, ἀληθινὸς δηλονότι Θεός, καὶ οὐ νόθαις τισὶ καθάπερ ἐν πίνακι κατακεχρωσμένος τιμαῖς; Β. Κατ' οὐδένα, καθάπερ ἐγᾦμαι. Α. Ὁ δὲ δὴ τῆς πίστεως λόγος οὐκ ἂν διαρκέσαι πρὸς ἔνδειξιν τὴν τελεωτάτην τοῦ κατὰ φύσιν εἶναι Θεὸν τὸν Υἱόν; Β. Πῶς φῄς; Α. Ὅτι Χριστῷ πιστεύοντες, πρόσιμεν οὕτω Θεῷ τῷ

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
