# De sancta trinitate dialogi i-vii 501

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 501. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/501

Μεθόριον δὲ ὥσπερ τι θεότητός τε καὶ ἀνθρωπότητος ὁ Χριστός, τὴν ἀμφοῖν ἔχων ὡς ἐν ἑνὶ σύνοδον, καὶ τῶν τῇ φύσει διεστηκότων εἰς ταὐτότητα συνδρομὴν καθ' ἕνωσιν οἰκονομικήν, ἀστιβῆ μὲν νῷ καὶ ἀνέμβατον, γλώττῃ δὲ καὶ λόγοις οὐκ ἐγνωσμένην. Θεὸς γὰρ ἅμα καὶ ἄνθρωπος ὁ Χριστός, πηγὴν μὲν ὥσπερ καὶ ῥίζαν τῆς ἰδίας ὑποστάσεως Πατέρα ἔχων τὸν ἐν οὐρανοῖς, συνάναρχόν τε καὶ συναΐδιον, καὶ οὐ προτερεύοντα κατὰ χρόνον, εἴπερ ἀνάγκη συνυφεστάναι τῇ κεφαλῇ τὸν οὗπερ ἂν λέγοιτο κεφαλή, ἐξημμένος δὲ κατὰ σάρκα καὶ τῆς πρὸς ἡμᾶς σχέσεως φυσικῆς. Ὅτε τοίνυν Χριστοῦ Θεὸς κεφαλὴ νοεῖταί τε καὶ ἔστιν οὐ διεψευσμένως, πῶς οὐκ ἂν εἴη Θεὸς ἀληθινὸς ὁ ῥίζαν ἔχων θεότητα τὴν ἀληθινὴν καὶ οὐσιωδῶς ἐξημμένος τοῦ γεγεννηκότος; Ὁμοφυᾶ γάρ πως τῷ λοιπῷ νοεῖσθαι σώματι τὴν κεφαλὴν ἀναγκαῖον. Εἰ δὲ δὴ χρῆναι νομίζουσι τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Λόγον τῶν τῆς θεότητος ὅρων ἀπολισθεῖν καὶ εἰς τὸ τῶν ποιημάτων καθικνεῖσθαι μέτρον, ἀκουόντων ἐναργῶς· «Ἢ ποιήσατε τὸ δένδρον καλὸν καὶ τὸν καρπὸν αὐτοῦ καλόν, ἢ ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν.» Β. Ἄριστα ἔφης. Α. Ἐμβροντησίας γὰρ ἀληθῶς τῆς ἐσχάτης καὶ τῆς ἄγαν ἠλιθιότητος ἀπόδειξις ἐναργὴς κατατεθηπέναι μὲν τὸ φυτόν, ὡς ἄριστόν τε εἴη καὶ εὐγενές, ἑτεροφυᾶ δὲ ὥσπερ ἀπονέμειν αὐτῷ τὸν καρπόν. Θεὸς γάρ που πάντως τέξεται Θεόν, ἢ οὐχ ὧδε ἔχειν ἐρεῖς; Β. Ἔγωγέ φημι. Α. Πῶς γὰρ οὐ Θεός, καὶ τοῦτο ἀληθινός, ὁ ἐν ᾧ καὶ μόνῳ γνοίη τις ἂν Θεὸν ὄντα κατὰ φύσιν καὶ ἀληθῶς τὸν Πατέρα; Γράφει γὰρ ὡδὶ τοῖς πεπιστευκόσιν ὁ Παῦλος· «Τῷ δὲ Θεῷ χάρις, τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι' ἡμῶν ἐν παντὶ τόπῳ, ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ.» Ὅτε τοίνυν ἐν Χριστῷ πέφηνεν ἡ ὀσμὴ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ ἐν αὐτῷ γινώσκεται, πῶς δὴ ἄρα καὶ τοῦτο διαπεραίνεσθαι δεῖν ὑποτοπητέον; Φύεται μὲν γὰρ ἔν τε λειμῶσι καὶ κήποις τὰ ἐξ ὡρῶν, μῆλον δὲ ἔστω ταυτὶ καὶ κρῖνον. Ἆρ' οὖν, ὦ ἑταῖρε, μήλῳ μὲν ἐφιζήσειεν ἂν φυσικῶς ἡ κρίνου τυχὸν ὀσμή, κρίνῳ δὲ αὖ τὸ μῆλον ἐκδανείσειε τὴν οἰκείαν, ἔσται δὲ ἐν ἀμφοῖν εἰσάπαν ἐκκεκριμένως τὸ ἑκατέρῳ προσόν; Β. Οὐδαμῶς, ἐκδώσει γὰρ πάντως τὸ οἰκεῖον ἑκάτερον. Α. Πῶς οὖν ἂν εἴη τῆς τοῦ Θεοῦ καὶ Πατρὸς γνώσεως

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
