# De sancta trinitate dialogi i-vii 502

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 502. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/502

ἀληθοῦς εὐωδία Χριστὸς εἰ μὴ τῆς ἀληθοῦς θεότητος ἐκφύναι πιστεύοιτο; Δέδεικται γὰρ ὅτι τὴν οἰκείαν ἕκαστον οἱονεί πως ἀπόζει φύσιν· θεότητος δὲ τῆς κατὰ φύσιν ὀσμὴ πῶς ἂν γένοιτο διὰ κτίσματος καὶ φύσεως ἑτεροειδοῦς ἢ ὥσπερ ἂν ἔχοι Θεός; Ὥσπερ γὰρ οὐκ ἂν οἴοιτό τις, εἴ γε νοῦν ἔχοι, τὴν τῆς θεότητος εὐωδίαν τῇ τῶν γενητῶν ἐνεῖναι φύσει, κομιδῇ γὰρ εὔηθες τὸ χρῆμά ἐστιν, οὕτως οὐκ ἂν τῇ ἀγεννήτῳ καὶ ὑπὲρ πάντα θεότητι δυσγενῆ τε καὶ ἑτεροφυᾶ τὴν ἀπ' αὐτῆς ἀπόδοσιν ὡς ἐν ὀσμῆς τάξει προσάψειε τὸν Υἱόν. Ἐκπέφυκε γὰρ ἀπορρήτως τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ὁ Μονογενής, ὅλην ἡμῖν εὐωδιάζων ἐν ἑαυτῷ τοῦ τεκόντος τὴν φύσιν. Τοιγάρτοι καὶ πρὸς αὐτὸν ὡς ἐν προσώπῳ τῆς νύμφης ἡ ἐξ ἐθνῶν Ἐκκλησία φησί· «Μῦρον ἐκκενωθὲν ὄνομά σου, διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε, εἵλκυσάν σε.» Δι' αὐτοῦ γὰρ καὶ ἐν αὐτῷ τὸ εὐῶδες τῆς γνώσεως τοῦ Πατρὸς εἰσδεδέγμεθά τε καὶ πεπλουτήκαμεν. Β. Σύμφημι. Δοκεῖς γὰρ ὀρθῶς φράσαι τε ἅμα καὶ κατεσκέφθαι ταυτί. Α. Εἴη δ' ἂν καὶ ἑτέρως οὐκ ἀσυμφανὲς ὅτι καὶ Θεὸς ἀληθῶς καὶ ἐκ Θεοῦ πέφηνεν ὁ Υἱός, εἰ καὶ τῇδέ πῃ τὸν ἐπ' αὐτῷ καταθρήσαιμεν λόγον. Β. Τίνα φῂς τρόπον; Α. Πρέποι ἄν, εἰπέ μοι, τῶν ὄντων τινὶ διανέμειν δύνασθαι τὰ ὅσαπερ ἂν ἡ θεία τε καὶ μόνη χαρίσαιτο φύσις; Β. Παντάπασι μὲν οὖν. Α. Οὐκοῦν ἐν ὑψώμασι τοῖς ἀνωτάτω καὶ ἐν τοῖς εἰς λῆξιν ἥκουσι δόξης τῆς θεοπρεποῦς εἴη ἂν καὶ σφόδρα εἰκότως ὁ ᾧπερ ἂν ὁρῷτο προσὸν τὸ διαπεραίνειν δύνασθαι ταυτί; Β. Πῶς γὰρ οὔ; Α. Εἰρήνη τοίνυν θεόσδοτον ἀγαθὸν καὶ ξένιον οὐρανοῦ καὶ ἐκ μόνων ἧκον ἡμῖν τῶν θείων διανευμάτων. Ποιήσομαι δὲ τοῦ λόγου συλλήπτορα τὸν προφήτην Ἡσαΐαν διακεκραγότα καὶ λέγοντα· «Κύριε, ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν. Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν·» ὡς ἔν γε τῷ τὴν εἰρήνην ἑλεῖν, μετόν, οἶμαί που, παντὸς ἀπόνασθαι καλοῦ τοῖς γε ὅλως εἰρηκόσι. Β. Μέτεστι γὰρ οὖν. Α. Ἐνεργείας οὖν ἄρα τῆς ἄνωθεν ἡ εἰρήνη καρπὸς καὶ ξένιον ἀληθῶς, καθάπερ ἔφην ἀρτίως, οὐδενὸς μὲν τῶν πεποιημένων, Θεοῦ δὲ μόνου τοῦ κατὰ φύσιν. Τὸν γάρ τοι διδόντα μόνον ἔφη Θεὸν εἰδέναι, καὶ ἐπ' αὐτῷ μηδένα. Β. Ἀληθές. Α. Ἄθρει δὴ οὖν χορηγόν τε ἅμα καὶ πρύτανιν ὧνπερ ἂν ἡμῖν ἐπιδοίη Θεὸς ὁ Πατὴρ τὸν ἐξ αὐτοῦ πεφηνότα Λόγον.

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
