# De sancta trinitate dialogi i-vii 504

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 504. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/504

Α. Τὸν δὴ Θεὸν ἐκ Θεοῦ κατὰ τὴν ἄρρητον πεφηνότα γέννησιν, ἆρ' ἔσθ' ὅπως οὐκ ἐν Υἱοῦ μὲν δόξῃ τοῦ κατὰ φύσιν τιθείς, γενητὸν δέ τις καὶ πεποιημένον εἰπών, οὐκ ἂν ὄφλοι δίκην ἣν τοῖς εἰωθόσι κατακερτομεῖν τὴν τοῦ Θεοῦ δόξαν ἐπηρτῆσθαί φαμεν, ψηφηφορούσης ὡδὶ τῆς θεοπνεύστου Γραφῆς· «Ἄνθρωπος, ὃς ἂν καταράσηται Θεὸν αὐτοῦ, ἁμαρτίαν λήψεται· ὀνομάζων δὲ τὸ ὄνομα Κυρίου θανάτῳ θανατούσθω, λίθοις λιθοβολησάτωσαν αὐτὸν πᾶσα ἡ συναγωγή· ἐάν τε προσήλυτος, ἐάν τε αὐτόχθων, ἐν τῷ ὀνομάσαι αὐτὸν τὸ ὄνομα Κυρίου τελευτάτω;» Β. Οὐκ ἂν οἶμαι διαδράναι τὸ μὴ οὐχὶ πάντη τε καὶ πάντως ταῖς αὐτῷ πρεπούσαις ἁλῶναι δίκαις. Α. Ἄριστον οὖν, ὦ Ἑρμεία, τὸ μὴ ταῖς ἑτέρων ἀθυροστομίαις ἀναπτοεῖσθαι φιλεῖν, ἐπείτοι πρὸς νοῦν ἡμᾶς τὸν ἀδόκιμον ἀποφέρουσι, πίστεως δὲ κανόνα τὸν εὐθυτενῆ τε καὶ ἀδιάστροφον τοὺς τῶν θεηγόρων ποιεῖσθαι λόγους. Πρέποι γὰρ ἄν, οὐχ ἑτέροις μᾶλλον ἡμᾶς, ἢ ἐκείνοις αὐτοῖς ἐπικροτεῖν τε καὶ λέγειν· «Οὐχ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.» Β. Ὀρθότατα ἔφης. Α. Οὐκοῦν, ἥκιστα μὲν γενητόν, ἤγουν τὴν εἰς τὸ ἐκτίσθαι λαχόντα πάροδον, προσκυνεῖν ἐγνώκασι τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, καρπὸν δὲ εἶναί φασι τῆς τοῦ τεκόντος οὐσίας σύνδρομόν τε καὶ συναΐδιον, καὶ Υἱὸν ὀνομάζουσι καὶ Θεὸν ἀληθινὸν καὶ ζωὴν αἰώνιον. Καὶ γοῦν ὁ θεῖος ἡμῖν μυσταγωγὸς Ἰωάννης· «Καὶ οἴδαμεν, φησίν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεὸν καί ἐσμεν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ ἡ αἰώνιος.» Ἀλλ' εἴπερ ἐστίν, ὦ 'γαθέ, καὶ Θεὸς ἀληθινὸς ὁ Υἱὸς καὶ ζωὴ αἰώνιος, διέδρα δὲ οὐχὶ τὸ εἶναι κτίσμα καὶ ποίημα, καίτοι τὴν οὕτως εὐκλεᾶ φύσιν ἀποτεμόμενος,

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
