# De sancta trinitate dialogi i-vii 506

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 506. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/506

ἀπόρρητον καὶ παντὸς ἐπέκεινα νοῦ τοῦ Θεοῦ φύσιν, εἰ ἀπογεννῶσα φαίνοιτο καί τι τάχα που καὶ παθεῖν τῶν τοιούτων ὑπειλήφασιν, ἠγνοηκότες παντελῶς τί μέν ἐστι κατὰ φύσιν τὸ ἀσώματον, τί δὲ αὖ τὸ σῶμα καὶ τὰ σωμάτων. Μερισμοῦ μὲν γὰρ ἤγουν ἀπορροῆς καὶ ἀποτομῆς ἀνεπίδεκτον παντελῶς τὸ ἀσώματον, πρέποι δ' ἂν μᾶλλον ἁπτῇ τε καὶ παχείᾳ φύσει τὸ καὶ τοιούτοις τισὶν ἁλῶναι τυχόν. Εἰ λέγοιτο τοίνυν ἐπὶ Θεῷ τὸ «γεγέννηκε,» διερρίφθω μὲν πάθους ὑποψία παντός, ἐπικρατείτω δὲ λογισμὸς τῇ τοῦ Θεοῦ φύσει προσάπτων τὰ πρεπωδέστερα. Ἀποτέξεται γὰρ οὐ καθ' ἡμᾶς, ἀλλ' ὡς ἂν εἰδείη καὶ πέφυκεν αὕτη. Τερθρεῖαι δὴ οὖν καὶ γραώδη δείματα τῶν ἑτεροδόξων αἱ σκήψεις. Ὑποπλαττόμενοι γὰρ τὸ ἐκδεδιέναι μὴ ἄρα τι καὶ πάθοι τεκοῦσα τυχὸν ἡ τοῦ Πατρὸς φύσις, τῶν ὅτι μάλιστα φανοτάτων αὐτὴν ἀποστεροῦσι γερῶν. Γεννήτορα γὰρ μᾶλλον ἢ ποιητὴν τοῦ Μονογενοῦς ὁμολογεῖσθαι δεῖν τὸν Πατέρα καὶ Θεὸν ἁπαστισοῦν, οἶμαι, σοφὸς ἀναπείσει λόγος. Εὐκλεέστερον γὰρ ἂν ἀποφήνειε μὲν ὡδί, ψῆφον δὲ αὐτῷ δικαίως ἀπονεμεῖ, τὴν ἐπὶ τοῖς ἄγαν ὑπερκειμένοις, εἴπερ ἀσυγκρίτως καὶ παρ' ἡμῖν αὐτοῖς ὑπερανεστήξει τε καὶ ὑπερκείσεται ποιουμένου παντὸς τὸ ἐξ ἡμῶν γεννώμενον. Εἰ δὴ ποιητὴς μὲν ἔσται Θεός, καὶ τὴν ἐπὶ τῷ δύνασθαι δημιουργεῖν διακεκτήσεται δόξαν, εἴη δ' ἂν γεννήτωρ οὐκ ἔτι, καταφρίξαιμι μὲν ἂν τὸ παλίμφημόν τι καὶ ἀπηχὲς εἰπεῖν, ἐρῶ δ' οὖν ὅμως, οὔ τι που μάλα ἑκών, ὅτι τοῦ πάντων ἀρίστου καὶ διαφανεστέρου διωλίσθηκεν ἀληθῶς ἡ τοῦ Θεοῦ φύσις, εὐρυτέρα δέ πως εἰς εὐκλείας ἡ κτίσις, ᾗ μέτεστι μὲν τοῦ τεκταίνειν δύνασθαι καὶ δημιουργεῖν τὰ ἐκ διαφόρου τέχνης, συμπαρομαρτεῖ δὲ καὶ τὸ γεννᾶν, ὅπερ ἐστὶν ἐναργῶς θατέρου λαμπρότερον. Β. Εὖ λέγεις. Α. Υἱὸς οὖν ἡμῖν, ὦ Ἑρμεία, καὶ οὐ ποίημα τὸ ἐκ Θεοῦ πεφηνὸς κατὰ φύσιν καὶ οὐσιωδῶς γέννημα κατ' ἀλήθειαν, οὐ σοφίας εὕρημα καὶ τέχνης καρπός, τοῦτο γὰρ εἶναί φαμεν τὴν σύμπασαν κτίσιν. Β. Ὧδε ἔχει. Α. Τοιγάρτοι καὶ ὁ σοφὸς ἡμῖν Ἰωάννης τὸ ἥκιστά γε ψευδοεπεῖν ἐπιψηφιεῖται, λέγων ἀναφανδὸν ὅτι· «Πολλὰ μὲν καὶ ἄλλα σημεῖα πεποίηκεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ. Ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ.» Ἀριστείοις δὲ τοῖς ἀνωτάτω καταχρυσοῖ τὸν ὧδε πεπιστευκότα. Γράφει γὰρ πάλιν·

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
