# De sancta trinitate dialogi i-vii 507

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 507. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/507

»Τίς ἐστιν ὁ νικῶν τὸν κόσμον, εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ;» Καὶ πρός γε τούτοις, ὦ τᾶν, αὐτὸς ὁ Υἱὸς κατατέθηπεν οὐ μικρῶς τὴν εἰς ἡμᾶς ἀγάπησιν τοῦ Θεοῦ καὶ Πατρός. «Οὕτω γὰρ ἠγάπησε, φησίν, ὁ Θεὸς τὸν κόσμον ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ δέδωκεν ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον.» Καίτοι τί δήποτε κορωνίδος τρόπον τινὰ καὶ ὑστεροδόμιον τῶν ἰδίων ἡμῖν ἐποιήσατο συγγραμμάτων, τὸ χρῆναι πιστεύειν ὡς ἔστι Θεοῦ κατ' ἀλήθειαν Υἱὸς ὁ ἐνανθρωπήσας Λόγος, εἴπερ ἐστὶν οὐχ Υἱός; Καταθλήσει δὲ ὅπως τοῦ κόσμου παντὸς ὁ μὴ τὴν δόξαν ἑλὼν ὡς ἔστι ποίημα καὶ γενητός, ἀξιόληπτον ἀντίδοσιν τῶν οὕτως ὀρθῶς ἐγνωσμένων εὖ μάλα κεκερδακὼς τὸ νικῆσαι τὸν κόσμον; Εἰ μὲν γάρ ἐστιν οὐκ ἐπισφαλὲς εἰπεῖν ὅτι φρονοῦντας διεστραμμένα καὶ τιμᾷ καὶ προσίεται Θεός, καὶ θείοις χαρίσμασι στεφανοῖ τῶν ὄντων τινάς, φαίην ἂν ἔγωγε καὶ μάλα εἰκότως, παντὸς ἀξιοῦσθαι λόγου καὶ γερῶν τοὺς ἥκιστα μὲν Υἱόν, κτίσμα δὲ καὶ γενητὸν ὑπάρχειν τὸν Μονογενῆ φληνάφως ὑπειληφότας, κἂν εἰ γεγεννῆσθαι λέγοιτο, καὶ Υἱὸς ὠνομάσθαι πρός τε αὐτοῦ τοῦ Πατρὸς καὶ ἁγίου παντός. Εἰ δὲ τοῦτο φράσαι μὲν οὐ θέμις, ἐννοεῖν δὲ δυσσεβές, ἀληθές που πάντως τὸ ἐναντίον. Στεφανοῖ γὰρ μόνους τῆς ἀληθείας τοὺς ἐραστὰς, καὶ διὰ τοῦτο πεπιστευκότας ὡς εἰς Υἱὸν ἀληθῶς, οὐκ εἰς ἔργον εὐτεχνίας· νόσημα γάρ τι δεινὸν καὶ ἀποπληξία τοῦτό γε. Ταύτῃ τοι μεμακαρίσθαι θεῖος ἡμῖν ἔφη λόγος τῶν ἁγίων ἀποστόλων τὸν ἔκκριτον Πέτρον. Ἐπειδὴ γὰρ διεπυνθάνετο μὲν ὁ Σωτήρ, περὶ τὰ μέρη Καισαρείας τῆς καλουμένης Φιλίππου, τό· «Τίνα δὴ εἶναί φασιν οἱ ἄνθρωποι τὸν Υἱὸν τοῦ ἀνθρώπου;» καί· Τίς ὁ θρύλλος ὁ ἐπ' αὐτῷ τὴν τῶν Ἰουδαίων διαπεφοίτηκε χώραν ἤτοι τὰς ὁμόρους τῇ Ἰουδαίᾳ πόλεις; τὰ μειρακιώδη καὶ ἀπρεπῆ δοξάρια τῶν ἀγελαίων ἀφείς, εὖ μάλα σοφῶς καὶ ἐπιστημόνως ἀνεκεκράγει λέγων· «Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος,» καὶ τῆς ἀληθοῦς ἐπ' αὐτῷ διαλήψεως τὴν ἀντέκτισιν οὐκ εἰς μακρὰν ἐκομίζετο, Χριστοῦ λέγοντος· «Μακάριος εἶ, Σίμων Βὰρ Ἰῶνα, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ Πατήρ μου ὁ οὐράνιος. Κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς·» πέτραν, οἶμαι, παρωνύμως ἕτερον οὐδὲν ἢ τὴν ἀκατάσειστον καὶ ἑδραιοτάτην τοῦ μαθητοῦ πίστιν

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
