# De sancta trinitate dialogi i-vii 509

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 509. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/509

εἴη ἂν τῆς ὅλης κτίσεως ὁ Χριστός, οὐδ' ἂν ἔχοι διαρκῶς εἰς τὸ ἐκπρίασθαι καλῶς τὴν τοῦ κόσμου ζωήν, εἰ καὶ αὐτὴν κατάθοιτο καθάπερ ἐν τάξει τιμῆς τὴν ἰδίαν ψυχήν, πρόοιτό τε ὑπὲρ ἡμῶν τὸ τίμιον αἷμα, εἰ μὴ ἀληθῶς Υἱός ἐστι, καὶ ὡς ἐκ Θεοῦ Θεός, κτίσμα δὲ καὶ κτίσεως μέρος. Β. Εὖ λέγεις. Α. Προσθείην δ' ἂν ὅτι καὶ διασέσωσται κτίσις οὐδὲν τὸ σύμπαν λαβοῦσα παρὰ Θεοῦ καὶ τῆς ἄνωθεν συνεργείας οὐ δεδεημένη. Πῶς γὰρ ἢ πόθεν, εἴπερ αὐτὴ δι' ἑαυτῆς καὶ ἐξ ἑαυτῆς τὴν λύτρωσιν ἔχει, καὶ τὴν εἰς τὸ εὖ εἶναι διαμονήν; Διασέσωκε γάρ, ὥς φασι, τὴν σύμπασαν κτίσιν, μέρος ὢν κτίσεως ὁ Υἱός. Ἀνθ' ὅτου δὴ οὖν τὰς χαριστηρίους ᾠδὰς ἀνίεμεν τῷ Θεῷ; Τί δὲ οὐχὶ τοῦτο παρέντες ὡς περιττόν, ὑμνολογοῦμεν τὴν κτίσιν, πρόσιμεν δὲ μᾶλλον ἐκλιπαροῦντες καὶ λέγοντες, περὶ τοῦ πάντων Δεσπότου Θεοῦ· «Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ, τὸν εὐιλατεύοντα πάσαις ταῖς ἀνομίαις σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου, τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου.» Ἀλλ' ἐκεῖνο μὲν δρῶντες, καὶ φρενὸς ἀναμφιλόγως τῆς ἀρίστης ἐξεώσμεθα καὶ Θεῷ προσκρούσομεν· ἀνάπτοντες δὲ μᾶλλον αὐτῷ τὰς ἐπὶ τῷδε δοξολογίας, σοφοί τε καὶ ἀληθεῖς ἐσόμεθα προσκυνηταί. Πῶς οὖν ἔτι ποίημα μεθ' ἡμῶν ὁ εἷς καὶ πάντων ἀντάξιος, ὡς Θεὸς ἐκ Θεοῦ καὶ Υἱὸς ἀληθῶς; Ἦ οὐχ ὧδε ἔχει; Β. Πῶς γὰρ οὔ; Α. Φέρε δή, εἴ τοι δοκεῖ, καὶ τόδε δὴ τούτοις προστιθέντες, λέγωμεν ὅτι τὰ πρός τι πῶς ἔχοντα τῶν ὀνομάτων αὐτὰ δι' ἀμφοῖν σημαίνεται, τὴν ἀλλήλων ἑκάτερα συνωδίνοντα γνῶσιν. Ὥστε δὴ ῥᾷον, εἴ γέ τις μάθοι τὸ δεξίον, εἰδείη που πάντως ἂν δι' αὐτοῦ τὸ εὐώνυμον, καὶ μὴν ὅτι καὶ τὸ ἔμπαλιν ἀληθές, συνερεῖ πᾶς ὁστισοῦν. Ὄνομα τοίνυν τῶν πρός τί ἐστι τὸ Πατήρ, ἰσοτρόπως δὲ τούτῳ καὶ τὸ Υἱός. Ποῖ δὴ οὖν ἄρα καὶ πρὸς ὅ τι βλέπουσαν ταυτὶ ποιήσεται τὴν ἀναφοράν, καὶ τὴν πρὸς ἄλληλα σχέσιν, καὶ τὸν αὐτοῖς πρέποντα λόγον διεξοίχοιτο ἂν οὐδαμῶς; Β. Καὶ τίνι τοῦτο ἀσυμφανές; Πατὴρ γὰρ ὡς πρὸς υἱόν, καὶ μὴν καὶ υἱὸς ὡς πρὸς πατέρα νοοῖτ' ἂν καὶ λέγοιτο. Α. Εἶτα τί μαθόντες οἱ διεστραμμένοι καὶ παράκοποι τὸν νοῦν, Πατέρα μὲν ἡμῖν ὀνομάζουσι τὸν Θεόν, ποίημα δὲ εἶναι διατείνονται τὸν Υἱόν; Ἢ οὐκ ἀμαθὲς καὶ ἀνάρμοστον κομιδῇ, Πατρὶ μὲν τὸ ποιηθέν, Πατέρα δὲ αὖ τῷ

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
