Ancient Greek
Page 510
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 510
Not analysed yet
πεποιημένῳ συντετάχθαι λέγειν κατά γε τὸν τοῦ πρός τι λόγον; Β. Κομιδῇ μὲν οὖν, ἵνα μὴ καὶ αὐτὸν ποίημα λέγωμεν τὸν Πατέρα, σχέσιν ἤδη λαχόντα φυσικὴν τὴν πρός τι τῶν ποιημάτων, ὅσον ἧκεν εἰς λογισμούς. Α. Οὐκοῦν ἀκουόντων καὶ αὐτοῦ βοῶντος Χριστοῦ· «Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε.» Ἐρομένοις δὲ τῆς ἐπιπλήξεως τὴν αἰτίαν, ἀποκρινεῖται λέγων· «Ὁ ἀρνούμενος τὸν Πατέρα, καὶ τὸν Υἱόν· καὶ ὁ τὸν Υἱὸν ἀρνούμενος, οὐδὲ τὸν Πατέρα ἔχει.» Καὶ εἰκότως γε σφόδρα καὶ ἀληθῶς. Εἰ γὰρ μὴ ἔστι Πατήρ, ὅτι φύσει γεγέννηκεν, οὐδὲ τὸν Υἱὸν ὑφεστάναι δοίη τις ἄν. Υἱὸς γάρ, ὅτι γεγέννηται· καὶ εἰ μή ἐστιν Υἱὸς ὡς γεγεννημένος, οὐδὲ Πατὴρ εἴη ἂν κατά γε τὸν τοῖς νοήμασιν ἐμπρεπῆ τε καὶ ἑπόμενον λογισμόν. Πατὴρ μὲν ὅτι γεγέννηκεν. Οὐκοῦν καὶ συνυφεστάναι καὶ συναναιρεῖσθαι δι' ἀμφοῖν ἑκάτερον ἀληθές, καὶ ἑνὸς ὑφεστηκότος, ὑφεστήξει που πάντως καὶ τὸ δι' ὃ λέγεται καὶ ἔστιν ὅ ἐστι. Τί δὲ δὴ ἄρα καὶ φρονεῖν ἕλοιντ' ἂν εἰ διαπύθοιντο λέγοντος τοῦ Χριστοῦ πρὸς τὸν ἀπειθῆ καὶ δυσήνιον τῶν Ἰουδαίων δῆμον· «Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου καὶ οὐ λαμβάνετέ με;» Καίτοι Πατέρα μὲν οὐδαμῶς ἑαυτὸν ὠνόμαζεν ὁ Χριστός, Υἱὸν δὲ καὶ ἐκ Πατρός. Πῶς δὴ οὖν ἄρα φησὶν ὡς ἡμᾶς ἀφῖχθαι λοιπὸν «ἐν ὀνόματι τοῦ Πατρός;» Ἢ δηλονότι τὸ ἐν ὀνόματι νοητέον ἐν δόξῃ τε καὶ ἐν εὐφημίᾳ τοῦ Πατρός; Ὄνομα γὰρ ἔσθ' ὅτε τὴν διαπρύσιον εὐφημίαν καὶ τὸ περίοπτον ἐν εὐκλείαις ἡ θεία λέγει Γραφή, καθάπερ ἀμέλει τὸ ἐν βίβλῳ Παροιμιῶν ὑμνούμενον· «Αἱρετὸν ὄνομα καλὸν ἢ πλοῦτος πολύς.» Ἆρ' οὖν διαπέπτωκε τοῦ εἶναι σοφός τε καὶ ἀληθὴς τοῦ Σωτῆρος ὁ λόγος, ὡς ἀφίκοιτο πρὸς ἡμᾶς «ἐν ὀνόματι τοῦ Πατρὸς» ἀναφανδὸν εἰρηκότος; Β. Καὶ μὴν ὑγιὲς εἰπεῖν ὡς οὐκ ἂν ἁμάρτοι τἀληθοῦς ἡ ἀλήθεια. Α. Εἴπερ οὖν ἐστιν ἀληθὴς ὁ λόγος, ἢ τὸν Θεὸν καὶ Πατέρα κατακομιστέον ἐν κτίσμασιν, ἵνα μὴ φαίνοιτο πλεονεκτῶν ἐν δόξῃ τὸν Υἱόν, ἤγουν τὸν Υἱὸν ἀνακομιστέον ἤδη πως εἰς ἀξίωμα τὸ θεοπρεπὲς καὶ εἰς υἱότητος φύσιν, τὴν οὐσιωδῶς νοουμένην. Μειονεκτοῖτο γὰρ ἂν ἥκιστά γε κατὰ τρόπον οὐδένα τοῦ Θεοῦ καὶ Πατρὸς εἰ τῇδε ἔχων ὁρῷτο· καὶ συναθλήσει λέγων ὁ σοφὸς ἡμῖν Ἰωάννης· «Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν.» Ὅτι δὲ τὸ ἄνωθεν τὴν ὑψοῦ τε καὶ ἀνωτάτω παρίστησι φύσιν διαδείξει λέγων τοῦ Σωτῆρος ὁ μαθητής· «Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον ἀπὸ τοῦ Πατρὸς τῶν φώτων.»