# De sancta trinitate dialogi i-vii 513

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 513. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/513

Φαίην δ' ἂν ὅτι κενολογοῦσιν οἱ ἅγιοι, κατόπιν τῶν εὐαγγελικῶν θεσπισμάτων ῥιπτοῦντες ἀεὶ τὴν ἀρχαιοτέραν ἐντολήν. Τετελείωκε δὲ πῶς ὁ νόμος οὐδέν, ἀλλ' ὁ δίκαιος ἡμῖν ἐκ πίστεως ζήσεται; Καίτοι διόλλυσι μὲν ἡ πίστις ἡ εἰς Υἱὸν τοὺς εἰσδεδεγμένους αὐτήν, ὠφέλησε δὲ τοὺς ἀρχαιοτέρους ὁ νόμος, εἰ τοὺς τῶν διεστραμμένων παραδεξαίμεθα λόγους. Β. Φράσαις ἂν ὅπως. Α. Ἀοκνότατά γε καὶ μάλα προθύμως. Φάθι δέ με ταυτὶ βεβουλῆσθαι λέγειν. Β. Τὰ ποῖα ἄττα φῄς; Α. Τοῖς μὲν γὰρ ἀρχαιοτέροις ὁ διὰ τοῦ πανσόφου Μωσέως κατεχρησμῴδησε νόμος· «Ἄκουε, Ἰσραήλ· Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι.» Καὶ πρός γε δὴ τούτοις· «Οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω.» Ἀποκομίζων δὲ ἔτι πρὸς τὸ ἀμεινόνως ἔχον καὶ μὴν καὶ αὐτῶν ἀφιστὰς τῶν τοῦ κόσμου στοιχείων· «Πρόσεχε σεαυτῷ, φησί, μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσῃ αὐτοῖς.» Εἰς ἕνα τοιγαροῦν τὸν ἀληθῶς καὶ φύσει Θεὸν ὁ νόμος ἐκάλει, μεθιστὰς εἰσάπαν τοῦ σφαλεροῦ καὶ χείρονος· ἐπεψηφίζετο γὰρ οὐδαμῶς τὸ χρῆναι τῇ κτίσει παρὰ τὸν κτίσαντα προσκυνεῖν, καὶ μὴν καὶ ἀσφαλεστέρους εἰς τὸ ἐρηρεῖσθαι καλῶς ἔν γε τουτῳῒ τοὺς κεκλημένους ἐτίθει, ποινὴν ἐπαρτήσας τοῖς ἐθέλουσι ῥᾳθυμεῖν τὴν εἰς αἷμα ζημίαν. Ἀλλ' ἐκεῖνα μὲν ὁ νόμος· παρῆκται δὲ ὅποι τὰ καθ' ἡμᾶς, φέρε δὴ λέγωμεν. Παρῴχετο μὲν ὁ νόμος, ὡς ἐπὶ σκιαῖς καὶ τύποις κατηγορούμενος, ἀνέλαμψε δὲ τῆς ἀληθείας τὸ φῶς, ἐπείτοι τὴν εἰς Υἱὸν παραδεδέγμεθα πίστιν, καίτοι, κατ' ἐκείνους, γενητὸν ὄντα καὶ πεποιημένον. Ἆρ' οὐ τρισάθλιοι μὲν ἡμεῖς, οἱ ἐν δοκήσει καὶ μοίρᾳ τῇ κρείττονι, πολλῷ δὲ ἀμείνους οἱ κατὰ τὸν νόμον Θεὸν τὸν ἕνα καὶ φύσει δεδιδαγμένοι προσκυνεῖν; Καὶ τό γε παραλογώτερον, οἱ μὲν γὰρ οὔπω πεπλουτηκότες τῆς ἀληθείας τὸ φῶς τὸν ἀληθῶς καὶ φύσει Θεὸν ἐγνώκασιν· ἡμεῖς δὲ οἱ περιττοί, καίτοι λαχεῖν αὐχήσαντες τὴν τοῖς πρὸ ἡμῶν οὐ δεδωρημένην ἀλήθειαν, δι' αὐτῆς πεπλανήμεθα καὶ φωτὶ τῷ θείῳ κατεσκοτισμένοι μᾶλλον ἤγουν ἐκλελαμπρυσμένοι διατελοῦμεν, οἱ δείλαιοι. Β. Ὡς δριμὺς ὁ λόγος. Α. Εἰ δὲ δὴ κἀκεῖνο μάθοις, καταθαυμάσαις ἄν, οἶμαι, μειζόνως. Β. Τὸ ποῖον;

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
