# De sancta trinitate dialogi i-vii 514

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 514. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/514

Α. «Παιδαγωγὸς ἡμῖν ὁ νόμος γέγονεν εἰς Χριστόν.» Γεγραφότος γὰρ ὡδὶ διεπύθου που πάντως τοῦ μακαρίου Παύλου. Β. Ἐπυθόμην. Α. Βασανιστέον δὴ οὖν ἐφ' ὅ τι τε καὶ ὅπως παιδοκόμος ἦν εἰς ἡμᾶς ὁ νόμος εἰς Χριστὸν ἀναφέρων, τουτέστιν εἰς λόγον καὶ γνῶσιν τὴν ἐπὶ Χριστῷ. Ἆρ' ὡς εἰς ἀμείνω καὶ ὑπερτρέχουσαν τῆς ἐνούσης αὐτῷ καὶ ἐγκεχωσμένης ἔτι τοῖς τύποις, ἤγουν εἰς αἰσχίονα καὶ χθαμαλωτέραν; Β. Εἰς ἀμείνω καὶ φανοτέραν. Α. Εὖγε, ὦ φιλότης· ἅπας γάρ, οἶμαι, σοφὸς καὶ ἀρτίφρων ἀνὴρ συννεύσειεν ἂν ὧδέ τε ἔχειν τὸ χρῆμα ἐρεῖ. Οὐκοῦν εἰ νόμος ἡμᾶς ὁ παιδαγωγός, καίτοι τὸν ἕνα καὶ φύσει διακηρύττων Θεόν, οὐχ ὡς εἰς αἰσχίονα γνῶσιν εἰς τὸ ἐπὶ Χριστῷ διακομίζει μυστήριον, Υἱὸς ἂν εἴη μᾶλλον οὐ γενητός, ἵνα μὴ νόμος ἡμᾶς ἀδικήσας ὁρῷτο, μήτε μὴν ὡς προφερεστέραν τῆς εἰς Θεὸν γνώσεως τὴν εἰς ποίημα τιθείς, πάγη καὶ θήρατρον διαβολικὸν εὑρίσκοιτο, καίτοι λαληθεὶς δι' ἀγγέλων καὶ δοθεὶς ἡμῖν εἰς ἐπικουρίαν. «Νόμον γὰρ εἰς βοήθειαν δέδωκε,» τῶν ἁγίων τις ἔφη. Καὶ εἰ πλήρωμα νόμου καὶ προφητῶν ὁ Χριστός, πῶς ἂν ἔχοι τὸ εἶναι σεπτὸς τῆς θεοπνεύστου Γραφῆς ὁ λόγος; Ἐκτελευτᾷ γὰρ εἰς πλάνησιν τῆς ὅλης γνώσεως οἱονεὶ τὸ συμπέρασμα κατακλεῖον ἡμᾶς εἰς γενητὴν καὶ οὐκ ἄκτιστον φύσιν. Β. Ὀρθότατα ἔφης. Πλὴν οἶμαί τι τοιοῦτον ἐρεῖν τὸν δι' ἐναντίας, τὸ πρωτότοκος ὄνομα, τί ἂν βούλοιτο δηλοῦν; Α. Τὸ προὔχειν ἐν ἀδελφοῖς τὸν δεῖνα τυχὸν καὶ πρεσβυτέραν λαχεῖν ἑτέρων τὴν διὰ γεννήσεως ὕπαρξιν. Β. Εἶτα πῶς ὠνόμασται, φασί, πρωτότοκος πάσης τῆς κτίσεως ὁ Υἱὸς εἰ μὴ ἀδελφὴν ὥσπερ ἔχει τὴν κτίσιν ὡς ὁμογενῆ καὶ ὁμοφυᾶ; Α. Φροῦδον οὖν, ὡς ἔοικε, καὶ ἀχρεῖον παντελῶς ἐπ' αὐτοῦ διαφανεῖται λοιπὸν τὸ Υἱὸς ὄνομα, καὶ φενακισμὸς ἡ γέννησις, καὶ θρύλλος εἰκαῖος ὁ περὶ Πατρὸς ἡμῖν ἥκει λόγος. Β. Οὐδαμῶς, φησί. Πατὴρ γὰρ κέκληται τοῦ Υἱοῦ καταχρηστικῶς, τοιγάρτοι καὶ περὶ τῶν Υἱῶν Ἰσραὴλ «Υἱοὺς ἐγέννησα καὶ ὕψωσα» φησίν. Α. Ἆρ' οὖν εἰσποιητὸς εἰς υἱοθεσίαν μεθ' ἡμῶν ὁ Μονογενὴς καὶ νεῦμα μόνον ἡ γέννησις, τὸ δὲ ἀληθὲς ἐπ' αὐτῷ τὸ πεποιῆσθαί ἐστιν; Β. Οὕτω φασί. Α. Καίτοι τί δή ποτε παρέντες ὡς ἀκερδὲς τὸ αὐτὴν ἐπείγεσθαι καταθρεῖν τὴν ἀλήθειαν, μονονουχὶ τὸ προφητικὸν ἐκεῖνό φασίν· «Ἐθέμεθα ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα;» Εἴρηται γὰρ πρωτότοκος

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
