# De sancta trinitate dialogi i-vii 524

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 524. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/524

εἰς ποίησιν, τήν γε εἰς ἡμᾶς αὐτούς, συνεργάζεσθαι δὲ μᾶλλον Υἱῷ καὶ Πνεύματι κατηυτρεπισμένον καὶ δὴ καὶ ἐνηργηκότα διαμεμήνυκεν ἐναργῶς. «Καὶ ἐποίησε γάρ, φησίν, ὁ Θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν.» Ἀλλ' οὐκ ἂν ὁρῷτο ψευδοεπής, θεηγόρος τε ὢν καὶ ψήφῳ τῇ ἄνωθεν εὖ μάλα κατεστεμμένος, ὁ θεσπέσιος Μωσῆς. Καὶ ἀναπείσει μειζόνως, ἀεικίνητόν τε καὶ ἐνεργῆ τὴν τοῦ Πατρὸς φύσιν ἀνακηρύττων ὁ Λόγος ὁ ἐξ αὐτοῦ πεφηνώς. Ἔφη γάρ που Χριστὸς τοῖς Ἰουδαίοις ἐπιτιμῶν· ἀνακαίεσθαι γὰρ εἰς ὀργὰς ἐδόκει τισὶν εἴπερ τι δρῴη κατὰ τὸ Σάββατον· «Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι.» Καὶ ἑτέρωθί που· «Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, ὁ δὴ Πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός.» Ἆρ' οὐκ ἀπηχές, ὦ Ἑρμεία, φαίην δ' ἂν ὅτι καὶ σφαλερώτατον τὸ τοῖς τοῦ Σωτῆρος ἡμᾶς ἀντιφέρεσθαι λόγοις, καὶ τῆς θεοπνεύστου Γραφῆς τῶν ὅλων δημιουργὸν συναποφαινούσης τῷ Υἱῷ τὸν Πατέρα κατατολμᾶν εἰπεῖν ἀπρακτεῖν ἔτι περὶ τὴν κτίσιν; Β. Σφαλερώτατον. Α. Ἀσύνετον δὲ κἀκεῖνο οἶμαί που. Β. Τὸ τί δή; Α. Εἰ γὰρ ἐξαίρετον ὁ Υἱὸς τὸν τῆς ποιήσεως τρόπον καὶ διαφερόντως ἀμείνω τούτου γε ἕνεκα καὶ μόνου διεκληρώσατο ἐπεὶ μόνος ὑπὸ μόνου γέγονε τοῦ Πατρός, ἀναμαθεῖν ἐθέλοντί μοι φραζόντων ἐκεῖνοι πότερα τοῖς κτίσμασι τοῖς μεθ' Υἱὸν καὶ δι' αὐτοῦ γεγονόσι διεφθόνησεν ὁ Πατήρ, τὸ εἰς λῆξιν ἥκειν μακαριότητος οὐκ ἐφιεὶς αὐτοῖς διὰ τοῦ μὴ ἀνασχέσθαι τὴν ἐπ' αὐτοῖς αὐτουργίαν, ἤγουν φθόνου κρείττονα καὶ ὄκνου παντὸς ἐροῦσιν αὐτόν; Β. Ἐροῦσι, καθάπερ ἐγῷμαι. Α. Ὀρθὰ φρονοῦντες, ὦ τᾶν, κἂν γοῦν ἔν γε τούτῳ. Οὐ γὰρ δὴ χείρους ἀναφανοῦνται τῶν παρ' Ἕλλησι σοφῶν, ὧν εἷς τις ἔφη περὶ Θεοῦ, Πλάτων οὗτος ἦν· «Ἀγαθὸς ἦν, ἀγαθῷ δὲ φθόνος οὐδεὶς περὶ οὐδενὸς ἐγγίνεται.» Ὅτε τοίνυν ἀγαθὸς ὁ Πατήρ, ἤγουν αὐτόχρημα τὸ ἀγαθόν, τό γε μὴν εἰς ἄκρον ἥκειν τοῖς κτίσμασι τοῦ γε ἄριστά πως ἔχειν διὰ μόνης ἂν ἐνεποιήθη τῆς παρ' αὐτοῦ θελήσεώς τε καὶ αὐτουργίας, τί μὴ τοῖς πᾶσι τὸ χρῆμα κοινὸν ἀδιαφθονήτως προθείς, ὡς ἀγαθὸς θαυμάζεται, παρεχώρει δὲ δημιουργεῖν ἑτέρῳ, τοῦ ἀσυγκρίτως ἀμείνονος ἀποστερῶν τὴν κτίσιν; Β. Ἀλλ' οὐκ εἰσάπαν, φησίν, ἀεργὸς ὁ Πατήρ· συνεργάζεται γὰρ τῷ Υἱῷ, καὶ συνυφίστησι τὰ λοιπά. Α. Τίνα δὴ ἄρα τὴν παρὰ τοῦ Υἱοῦ πρὸς τοῦτο ἔχων συνεισφοράν;

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
