# De sancta trinitate dialogi i-vii 526

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 526. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/526

λειότητος ἀφιγμένῳ, τὸ μὲν χρῆναι δημιουργεῖν Ἀρχάς τε καὶ Θρόνους καὶ Κυριότητας καὶ τὰ ἔτι τούτων ἐπέκεινα πρέποι ἄν, εἰπέ μοι, τὸ δὲ καὶ στρουθίον ἐργάσασθαι βραχύ, καὶ τὸ ἔτι κατωτέρω, ταῖς ἑτέρου τινὸς δυνάμεσιν ἀναθήσομεν; Εἶτα τί φρονοῦντας ὑγιὲς ἑαυτοὺς εὑρήσομεν; Β. Οὐδαμῶς. «Πάντα γὰρ γέγονε δι' αὐτοῦ, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν,» κατὰ τὸ γεγραμμένον. Α. Καὶ πῶς οὐ μικρὸν ἂν εἴη καὶ εὐτελὲς τῇ τοῦ Υἱοῦ φύσει τὸ πλαστουργῆσαι στρουθίον; Ἀνθ' ὅτου δὲ καὶ εἰκὼν καὶ ὁμοίωσις ὑπάρχων τοῦ Θεοῦ καὶ Πατρός, μὴ οὐχὶ καὶ ταυτηνὶ διεσώσατο πρὸς αὐτὸν τὴν ὁμοίωσιν, τὸ ἀπαξιῶσαί φημι καὶ τοῖς οὕτω καταβεβλημένοις τὴν ζωοποιὸν καὶ πρὸς τὸ εἶναι παρακομίζουσαν ἐπαφεῖναι δύναμιν; Ἆρ' οὐχ ὥσπερ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ὑπερτάτην ὑπεροχὴν θαυμάζοντες, μικρὸν εἶναί φασιν αὐτῷ τὸ δημιουργεῖν ἀγγέλους, φαῖεν ἂν εἰκότως ἀναμετροῦντες καὶ τὸν Υἱόν, ὡς ἀφεστήξει πολὺ τῆς αὐτῷ πρεπούσης ἀξίας ἡ ἑρπετοῦ ποίησις, καὶ στρουθίου γένεσις, καὶ τῶν κατ' ἀγροὺς ἀνθέων ἡ παμποίκιλος διαφορά; Καίτοι τί δήποτε τοῖς ὑπὲρ λόγον ἐπαίνοις ταυτὶ δεδημιουργηκότα στεφανοῖ λέγων ὁ Ψαλμῳδός· «Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.» Ἢ τοίνυν ἡμῖν παρεισκρινόντων ἑτέρους ἀναλόγως ἔχοντας τῇ φύσει τῶν γεγονότων δημιουργούς, ἢ καθυβριοῦσιν οὐκ ἀσυμφανῶς τὸν Μονογενῆ, γενεσιουργὸν εἰσφέροντες καὶ τῶν οὕτως εὐτελεστάτων. Β. Κινδυνεύσειεν ἂν αὐτοῖς οὐ μετρίως ὁ λόγος. Α. Πῶς δ' ἂν οὐχὶ τύφον τε καὶ ἀμαθίαν καταρραψῳδήσειαν τοῦ Πατρός, εἶτα, ὧνπερ ἂν εἶναι βούλοιτό τε καὶ ἔστι Θεός, ἀπαξιοῦν ἐροῦσι δημιουργεῖν; Καίτοι λέγοντος ἀκούω Χριστοῦ, καὶ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς καταθαυμάζοντος πρόνοιαν· «Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς;» Ὁ δὲ καὶ μέχρι στρουθίου τὴν τῆς ἑαυτοῦ προνοίας εὐρύνων περιβολήν, πῶς ἂν διαπτύσαι τὸ δημιουργεῖν ἀγγέλους καὶ στερεοῦν οὐρανὸν καὶ διαπήξασθαι γῆν, ἥλιόν τε καὶ σελήνην καὶ ἄστρα παρενεγκεῖν, ἐφ' οἷς καὶ τεθαύμασται κατακροτούντων ἐπαίνοις τῶν ἁγίων ἀγγέλων ὡς μεγαλουργόν; Ἔφη γὰρ ὅτι «Ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου.» Ἆρ' οὔ σοι δοκῶ διεσκέφθαι τὰ εἰκότα καὶ λέγειν ὀρθῶς; Β. Πάνυ μὲν οὖν. Α. Φαίης δ' ἄν, εἰπέ μοι, τῶν πεποιημένων ἢ μικρὸν ἢ μέγα, μὴ οὐχὶ θείας ἔργον εἶναι δυνάμεως;

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
