# De sancta trinitate dialogi i-vii 533

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 533. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/533

ἀναθεῖ πρὸς τὸ ἐν ἀρχαῖς εἰ βούλοιτο, πνευματικὴν λαχοῦσα τὴν ἀναμόρφωσιν, καὶ τῆς θείας αὐτοῦ φύσεως κεκλημένη πρὸς μετουσίαν διὰ τοῦ Πνεύματος. Εἴπερ οὖν ἔτι κατ' ἐκείνους ἐν γενητοῖς ὁ Υἱός, κατὰ τίνα δὴ τρόπον ἐξέθορέ τε αὐτοῦ καὶ διέστη ἡ κτίσις; Ἀεὶ γὰρ φίλον τὸ συγγενές, καὶ οὐκ ἂν ἀπονοσφίζοιτο γενητὸν γενητοῦ, κατά γε τὸ εἶναι γενητά. Τὸ γὰρ ὀθνεῖον ἀεί πως ἐν τοῖς ἑτερογενέσιν, ἤγουν ἑτεροειδέσιν, οὐκ ἐν τοῖς ἕνα καὶ τὸν αὐτὸν τῆς φύσεως ὅρον ἀποτεμομένοις ὁρᾶσθαι φιλεῖ. Πῶς οὖν ἐνοικίζεται τῇ κτίσει διὰ τοῦ Πνεύματος ὁ Υἱός; τί προστιθεὶς ἢ δωρούμενος, ἢ πρὸς ποῖον ὕψος ἀνακομίζων τὸ νοητόν, ἢ τί τὸ ἄμεινον ἐγχαράττων αὐτῇ; Πῶς δὲ οὐκ ὢν αὐτὸς ἐν ἀμείνοσι (πεποίηται γὰρ μεθ' ἡμῶν, ὡς γοῦν ἐκεῖνοί φασιν), ἑαυτὸν κενῶσαι λέγεται, ἢ ποίας ἂν ἐδεήθη συγκαταβάσεως, ἵνα καθεὶς ἑαυτὸν ὡς ἐξ ὑψωμάτων τῶν ὑπὲρ τὴν κτίσιν, κόσμῳ συναφθῇ καὶ κόσμου γένηται μέρος, εἰ μὴ ὑπὲρ κόσμον ἐστὶ καὶ κτίσιν; Β. Ἀπορήσειν οἶμαι πρὸς τοῦτο αὐτούς. Α. Ἀνθότου δὲ δὴ μόνος αὐτὸς ἐλεύθερός τε καὶ ἐλευθερωτής, καίτοι τῆς ὅλης κτίσεως δοῦλον ὑποτιθείσης τῷ Θεῷ τὸν αὐχένα; Ἀνούστατοι δὲ καὶ λεληρηκότες εἴημεν ἄν, ὦ φιλότης, εἰ τὸν ἐκ Θεοῦ κατὰ φύσιν καὶ τῷ Θεῷ καὶ Πατρὶ συναΐδιον Υἱὸν ἐν τοῖς κατὰ χάριν θήσομεν. Ποῦ γὰρ ἡμῶν ἢ ποῖον ἔσται λοιπὸν τὸ ἀρχέτυπον, εἰ καθίκοιτο μεθ' ἡμῶν καὶ ὁ πρὸς ὃν μεμορφώμεθα πρὸς τὸ κατὰ θέσιν καὶ μίμησιν; Β. Εὐκρινέστατα μὲν ἡμῖν καὶ μάλα σαφῶς τὸν περὶ τούτου δοκεῖς διαπερᾶναι λόγον. Οἶμαι δὲ ἔγωγε τοὺς δι' ἐναντίας, Οὐ γὰρ, ὦ γενναῖοι, φράσαι, ποίημα τὸν Υἱὸν ἱεροὶ μὲν ἄνωθεν ὑμνήκασι λόγοι, θεῖος δὲ καὶ μέγας ὁ τῶν ἀποστόλων ἔγνω χορός; Καίτοι Σολομῶν μέν φησι, τὸ τοῦ Υἱοῦ πρόσωπον ἐν προαγορεύσει ζωγραφῶν· «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ.» Ὅ γε μὴν τῶν ἄλλων ἔκκριτος Πέτρος· «Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεός.» Τί δὴ οὖν ἄρα φαῖμεν ἂν εἰ καὶ τοιοῖσδε πάλιν ἡμᾶς ἐκπολιορκοῖεν λόγοις; Α. Τί δὲ δὴ ἕτερον ἢ ὅπερ ἐστὶν ἀληθὲς εἰπεῖν· «Οἱ δὲ ἐχθροὶ ἡμῶν ἀνόητοι;» Νοῦς γὰρ σοφίᾳ τῇ ἄνωθεν, ἣ ἐκ τοῦ τῶν φώτων καταχεῖται Πατρός, οὐ καταλαμπόμενος παχύς τέ ἐστι καὶ μέλας, καὶ τὴν ἐκ τῆς δυσμαθείας ἀχλὺν διεκδραμεῖν οὐχ οἷός τε. Καί μοι δοκεῖ τὴν οὕτως ἀπηχθημένην καταναρκῆσαι νόσον, ἀναμέλψαι τε οὕτω πρὸς Θεὸν τὸν θεσπέσιον Δαβίδ· «

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
