# De sancta trinitate dialogi i-vii 534

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 534. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/534

Φώτισον τοὺς ὀφθαλμούς μου μή ποτε ὑπνώσω εἰς θάνατον.» Ἄγε δὴ οὖν, γοργῷ τε καὶ ἀνανήφοντι νῷ, τὴν τῶν προκειμένων ἐκβασανίζοντες γνῶσιν, καὶ καθάπερ αἱ κυνῶν εὔρινοί τε καὶ καλαὶ τὴν ἄποπτον ἔτι καὶ τοῖς πονηροῖς οὐχ ἁλώσιμον ἰχνηλατῶμεν ἀλήθειαν. Ἐκτίσθαι μὲν γὰρ ὁμολογουμένως ἑαυτὸν εἴρηκεν ὁ Υἱός, οὐ μὴν ἀναιτίως τοῦτό γε ἔφη παθεῖν, πρὸς ἔργα δὲ μᾶλλον αὐτοῦ, καὶ «ἀρχὴν ὁδῶν αὐτοῦ,» δῆλον δὲ ὅτι τοῦ Θεοῦ καὶ Πατρός. Οὐκοῦν ἡ κτίσις ἐν τούτοις κατασημήνειεν ἄν, οὐ τὴν ἐξ οὐκ ὄντων ποθέν, ἀλλὰ τὴν τοῦ ὄντος τε καὶ ὑφεστηκότος ἐπὶ τοιοῖσδέ τισι τοῖς πραχθησομένοις παραγωγήν, καθάπερ ἀμέλει καὶ τὸν ὑφαντήν, ἤγουν σιδηρέα τυχόν, ἔξω τοῦ τι δρᾶν ἑστῶτάς τε καὶ νοουμένους, ἡ τοῦ πρὸς ἔργα διανιστάντος θέλησις, ἐνεργὸν μὲν γενέσθαι ποιεῖ πρὸς ὅπερ ἂν ἑκάτερος ἐπιτηδείως ἔχοι, ὑπονοηθείη δ' ἂν οὐδαμῶς καὶ πρὸς τὸ εἶναι παρενεγκεῖν. Εἰ μὲν οὖν ἐπενηνεγμένου τὸ παράπαν οὐδενὸς τὸ «Κύριος ἔκτισέ με,» φησὶν ὁ Υἱός, οὐκ ἀπίθανον κομιδῇ, τό γε ἧκον εἰς ὑποψίαν, ἦν ἂν αὐτοῖς τὸ θρυλλούμενον. Ἐπειδὴ δὲ οὐχ ἁπλῶς οὐδὲ ἀσυμπλόκως ἐκτίσθαι φησίν, ἀλλ' εἰς ἔργα καὶ ἀρχὴν ὁδῶν· τί μὴ παρέντες τὸ ἀκαλλὲς αἱροῦνται τὸ ἄμεινον, ἐννοοῦντες ὅτι γέγραπται περὶ Θεοῦ· «Καὶ ἐγένετό μοι Κύριος εἰς καταφυγήν;» Δοίης ἂν οὖν ἄρα γενητὸν εἶναι τὸν Θεὸν εἰ καί τῳ διαφημίζοιτο γενέσθαι καταφυγή; Β. Οὐδ' ὁπωστιοῦν. Α. Τί οὖν, εἰπέ μοι, μαθόντες, ἑτεροκλινῆ καὶ δυσήνιον ἔχουσι τὸν νοῦν, καὶ πολυπλόκοις φενακισμοῖς οἱονεί τινι παντευχίᾳ χρώμενοι, κατακρούουσιν οἱ διεστραμμένοι, καίτοι δέον ἀπορθοῦν εἰς ἀλήθειαν εὖ μάλα φιλεῖν καὶ τὸ μὴ σφόδρα θεοπρεπῶς εἰρῆσθαι δοκοῦν, διὰ τὸ ἀνθρώπινον καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν τοῦ Υἱοῦ; Ἄλλως τε—φάναι γὰρ δὴ οἶμαι κἀκεῖνο πρέπειν—ὡς ἐκτίσθαι λέγων προστέθεικεν ὅτι καὶ γεγέννηται. «Πρὸ γάρ τοι βουνῶν ἁπάντων γεννᾷ με,» φησίν. Ἢ τοίνυν τὴν γέννησιν διὰ τὸ ἐκτίσθαι λέγειν ἀναιρήσομεν, ἢ τὸ ἐκτίσθαι μεθέντες γεγεννῆσθαι δώσομεν. Ἀντεξάγουσι γὰρ ἀλλήλαιν αἱ λέξεις τὰ δι' ἀμφοῖν δηλούμενα, ἀλλ' ἔχει τὸ ἀψευδὲς ἐν ἀμφοῖν ὁ λόγος. Οὐκοῦν ὁ αὐτὸς γεγέννηται μὲν ἐκ Πατρὸς ὡς Θεός, ἔκτισται δὲ αὖ κατὰ τὴν σάρκα. Καὶ ἀναπείθει πρὸς τοῦτο λόγος ἡμᾶς ἱερός· «Ἰδοὺ γάρ, φησίν, ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον Μεθ' ἡμῶν ὁ Θεός.»

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
