# De sancta trinitate dialogi i-vii 538

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 538. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/538

αὐτὸν οὐκ ἀπηλλάχθαι φησί, ξυνωρίδα δὲ ταύτην αὐτῷ τῶν ὅτι μάλιστα βδελυρῶν καὶ ἀπηχθημένων ἀναθήσει παθῶν. Εἴη δ' ἂν καὶ ἑτέρως ἀμαθής, ἀλλ' οὐδὲ ὅποι πρόεισιν ὁ λόγος ἐννοῶν. Βουλοίμην δ' ἂν ἔγωγε διαπυθέσθαι σου. Β. Τὸ τί δή; Α. Οὐ γὰρ γενητὸν εἶναί φασι τὸν Υἱόν; Β. Ναί, ἀλλὰ τί μήν; Α. Εἴπερ οὖν ὁρῷτο πρὸς ἡμῶν, κατά γε τὸ ἐγχωροῦν, ὅ τί ποτέ ἐστιν ἡ τῶν ὅλων κατάρχουσα φύσις, οὐ σμικρὸν ὀψόμεθα πᾶν αὐτῇ γενητόν; Β. Σμικρὸν ὁμολογουμένως. Α. Εἶτα τὸν μὲν Υἱὸν ἠξίου μόνον τε καὶ μόνως δημιουργεῖν· κατερυθριάσας δὲ ὥσπερ τὸ χρῆμα, μέτεισιν εὐθύς, καὶ ταῖς ἑτέρου δίδωσιν ἐνεργείαις τὸ καλεῖν εἰς ὕπαρξιν τὰ οὐκ ὄντα ποτέ. Καίτοι δόξης τε καὶ εὐφημίας ἡ παγκάλη τε καὶ παναρίστη μοῖρα τὸ δημιουργεῖν δύνασθαι τῷ Θεῷ, ὅτε καὶ διὰ τούτου τίς τε καὶ ὅσος ἐστὶ πρὸς ἡμῶν γινώσκεται. «Ἀπὸ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται,» κατὰ τὸ γεγραμμένον. Εἰ δὲ δι' ὧν γινώσκεται σμικρὰ λογιεῖται καὶ κατερριμμένα ταυτί, τὴν ἰδίαν αὐτὸς αἰσχυνεῖται φύσιν, ἀκαλλέστατά που, κατὰ τὸ εἰκός, ἔχουσαν εἰδώς. Καίτοι λίαν εὐκλεὲς παντὶ μὲν ἀνθρώπῳ, παντὶ δὲ ἀγγέλῳ, τὰ δι' ὧν ἑκάτερον ὁρᾶσθαι πέφυκε τοῦθ' ὅπερ ἐστὶ διακεκτῆσθαι τελείως, καὶ οὐδὲν ἂν οἷς ἔλαχεν ἐπερυθριάσοι ποτέ, τὸ τί κατὰ φύσιν ἐστὶν εἴπερ ἐθέλοι γινώσκεσθαι. Ἀνθότου δὴ οὖν ἐπαισχυνεῖται λοιπὸν οἷς ἂν ἔχοι Θεός, ἢ μῶμον ἡγήσαιτο τὰ δι' ὧν ἂν νοοῖτο Θεός; Εἰ δὲ δὴ σμικρὸν αὐτῷ καὶ λόγου τοῦ μηδενὸς ἄξιον τὸ ποιῆσαι τὰ Σεραφὶμ καὶ παραγαγεῖν ἀγγέλους, τῆς ἰδίας φύσεως ἀναμετροῦντι τὸ μέγεθος καὶ τὴν ἐκπρεπεστάτην ὑπεροχήν, ἆρ' οὐχὶ κατὰ τὸν ἴσον τρόπον σμικρὸν ἂν εἴη τὸ πρὸς αὐτῶν προσκυνεῖσθαί τε καὶ δοξολογεῖσθαι θέλειν; Ὧν γὰρ οὐκ εἶναι δημιουργὸς ἀξιοῖ, πῶς ἂν ἕλοιτο νοεῖσθαι Θεός; Ἐφίεται δὲ ἀνθότου τῆς πρὸς ἡμῶν τιμῆς καὶ λατρείας, εἰ μηδὲ παράγειν ἡμᾶς εἰς γένεσιν ἀξιοῖ; Πῶς δ' ἂν οὐχὶ τὴν ἰδίαν αὐτὸς κατασίνοιτο δόξαν, εἰ σμικρὸν ἡγήσαιτο τὸ δι' ὃ δοξάζεται; Β. Πῶς δὴ οὖν ἄρα, φασίν, ἔκτισεν ὁ Πατὴρ τὰ πάντα δι' Υἱοῦ; Α. Ὡς διὰ Λόγου καὶ σοφίας καὶ τῆς ἐνούσης ἰσχύος αὐτῷ. Πάντα γὰρ ταῦτά ἐστιν ὁ Υἱὸς τῷ Πατρί· ἀλλ' ὧδέ πη τόδε διαγυμνάζωμεν, οἶμον ἰόντες τὴν βασιλικήν, καὶ κατ' εὐθὺ τῆς ἀληθείας διᾴττοντες. Ἦ γὰρ οὐχὶ συννεύσειας ἄν, καὶ λίαν ἑτοίμως, ὡς εἴπερ εἶναί φαμεν τὸν Πατέρα

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
