# De sancta trinitate dialogi i-vii 548

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 548. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/548

Α. Τὸ δὲ δὴ καὶ φύρδην ἀναχεῖσθαι τὰ ἐπ' ἀμφοῖν ἐᾶν, ἠλίθιον παντελῶς. Παραιρήσεται γὰρ κατασκοτίζον ἡμᾶς καὶ ἐπιθολοῦν τὸ ὀρθῶς ἔχον εἰς γνῶσιν. Β. Ἀληθές. Α. Ὁ δή, ποτὲ μὲν ὡς Λόγος ὢν ἔτι καὶ Μονογενὴς ἐκ Πατρός, ποτὲ δὲ ὡς ἄνθρωπος, καὶ ὅτι τοῦτο πρωτότοκος καὶ ἐν πολλοῖς ἀδελφοῖς, ἆρ' οὐχὶ πρεπωδέστατά τε καὶ ἐντεχνέστατα δι' ἀμφοῖν ἂν ἴοι τοῖν λόγοιν, καὶ τοῦ πρὸς λῆξιν τὴν ἀνωτάτω διέρποντος καὶ τοῦ πρὸς τὰ κάτω καὶ εἰς ἡμᾶς καθιγμένου τε καὶ ὑφιζάνοντος, εἴπερ ἦν αὐτῷ θέλησίς τε καὶ σκοπὸς τὸ ἀναπείθειν τοὺς ἐπὶ τῆς γῆς ὡς εἴη μὲν ἀληθῶς ἐκ Θεοῦ Θεός, καθίκοιτο δὲ δι' ἡμᾶς ἐν τοῖς καθ' ἡμᾶς καὶ τὸ τῆς κενώσεως οὐκ ἀτιμάζοι μέτρον, ἤγουν αὐτὸς ἑαυτοῦ καταψηφιεῖται τὸ ἄσοφον καὶ τὸ μὴ ἄγαν βεβουλεῦσθαι καλῶς, τὸ μὲν καθ' ἡμᾶς γενέσθαι μὴ παρωθούμενος, ἐπερυθριῶν δὲ λόγοις οἷς ἂν οὐδαμῶς τὸ τῆς ἀνθρωπότητος ἐπαισχύνοιτο μέτρον; Τί γὰρ ὅλως ἔδει, φήσαιμ' ἂν ἔγωγε, καὶ μάλα εἰκότως, καθικέσθαι πρὸς φύσιν, ἧς τὸ ἄδοξόν τε καὶ σμικροπρεπὲς ὑποδῦναι φορτικὸν καὶ δυσδιακόμιστον ἦν τῷ γε ἅπαξ ἐκ Θεοῦ φύντι Θεῷ; Καὶ τῶν καθ' ἡμᾶς λόγων ἡ παραίτησις εἴπερ ἦν αὐτῷ πρέπουσά τε καὶ ἀναγκαία, πρὸς τὸ ἀσινὲς καὶ ἀκίβδηλον διασῶσαι δύνασθαι τὸ ἐν θεότητι κάλλος, πῶς ἂν οὐχὶ καὶ πρό γε τούτου πολὺ τὸ ἑνωθῆναι σαρκὶ καὶ τὴν οὕτως ἀκαλλεστάτην ἀνατλῆναι ταπείνωσιν; Ἀλλ' οὐκ ἄν, οἶμαι, τὶς ἐμβροντησίας εἰς τοῦτο προήκοι ποτὲ ὡς μὴ ὑπεράγασθαι σφόδρα τοῦ Μονογενοῦς, οὐχ ἁρπάσαντος μὲν δι' ἡμᾶς τὸ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς ἐκπρεπὲς ἀξίωμα καὶ ὑπέρτατον, ἑλομένου δὲ παθεῖν τὴν ἐν σαρκὶ κένωσιν, καὶ σὺν αὐτῇ τοὺς αὐτῇ πρέποντάς τε καὶ ἐοικότας λόγους, καὶ τὸ χρῆμα ἡγεῖσθαι παρ' οὐδέν, ἔστ' ἂν ἡμῖν εὖ μάλα διαπεραίνοιτο τὸ ἀλωβήτως ἔχειν, ἀναφοιτώσης εἰς τὸ ἐν ἀρχαῖς τῆς φύσεως καὶ ἀνακτιζομένης ἐν αὐτῷ πρὸς καινότητα ζωῆς δι' ἁγιασμοῦ ἐν Πνεύματι. Διατρανοῖ γοῦν ὁ Παῦλος τῆς ἐνανθρωπήσεως τὴν αἰτίαν, οὐκ ἀγγέλων ἐπειλῆφθαι τὸν τοῦ Θεοῦ Λόγον εἰπών, ἀλλὰ σπέρματος Ἀβραάμ, «ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν.» Καὶ πάλιν· «Ἐπειδὴ γὰρ τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον.»

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
