# De sancta trinitate dialogi i-vii 556

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 556. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/556

»Ἐν τῇ βουλῇ σου ὡδήγησάς με.» Δείξει δὲ ἡμῖν ὁ λόγος καὶ δι' ἐννοιῶν ἑτέρων ἐκβασανίζων τὸ ἀληθές. Ἦ γὰρ οὐχὶ πάντα γέγονε δι' Υἱοῦ, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, κατὰ τὴν Ἰωάννου φωνήν; Β. Ὧδε ἔχει. Α. Ψάλλει δέ που Δαβὶδ καὶ τὸν τῶν ὅλων δημιουργὸν Πατέρα καὶ Θεὸν καταθαυμάζων φησίν· «Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε. Πάντα ἐν σοφίᾳ ἐποίησας·» σοφίαν, οἶμαί που, τὸν Υἱὸν ἀποκαλῶν. Β. Τί οὖν τοῦτό γε; Α. Ὅτι, ὦ φιλότης, ἡ τοῦ Πατρὸς θέλησις, εἴπερ ἐστὶ παρ' αὐτὸν οὐχ ἑτέρα, καὶ οὐκ ἄσοφός γε, σοφία δὲ ὁ Υἱός, πῶς ἂν ἐν ὑπάρξει νοοῖτο τῇ καθ' ἑαυτὸν ὁ Πατήρ; Μετακεχώρηκε γὰρ ἤδη πως εἰς τὸν Υἱόν, καὶ οἱονεί πως ἤδη μεθεὶς τὸ εἶναι λοιπὸν τοῦθ' ὅπερ ἐστί, σοφία γέγονεν, εἴπερ ἐστὶ θέλησις οὐ κατὰ μέθεξιν ἔχουσα τὸ σοφόν, ἀλλ' αὐτόχρημα καὶ σοφία τὸ πᾶν. Προσθείην δ' ἂν ὅτι καὶ εἰκὼν καὶ ὁμοιότης ἑαυτῷ πέφηνεν ὁ Υἱός, εἴπερ ὢν αὐτὸς σοφία καὶ θέλησις, καὶ εἰκών ἐστι τοῦ Πατρός, καίτοι βουλῆς καὶ σοφίας ὠνομασμένου. Β. Ἄπαγε τῆς τῶν λογισμῶν ἀτοπίας. Α. Μυσαρωτάτη γὰρ ἀληθῶς καὶ πολὺ λίαν ἔχουσα τὸ διεστραμμένον. Εἰκόνα δὴ οὖν καὶ ὁμοίωσιν ἀκριβῆ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας, παραδεξόμεθα τὸν Υἱόν, καὶ οὐχὶ μόνην αὐτῷ προσάπτοντες τὴν ταὐτοβουλίαν, τῆς ὑπὲρ κτίσιν ὑπεροχῆς ἀξιώσομεν, ἀλλ' ἐν μορφῇ τῇ ἐμφερεστάτῃ καταλογιούμεθα τοῦ Θεοῦ καὶ Πατρός, πρὸς πᾶν ὁτιοῦν τῶν ἐκείνῳ προσπεφυκότων ἀνακομίζοντες φυσικῶς. Εἰ δέ, ἐπείπερ ἐστὶ συνεθελητής, ταύτῃτοί φασιν ὑπάρχειν αὐτὸν καὶ εἰκόνα τοῦ Πατρός, ὧδε δὲ ἔχων φύσεως τε καὶ μέτρων, οὐ κατέδεισεν εἰπεῖν· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» οὐκ ἀπίθανον οἶμαί που τὸ χρῆναι νοεῖν, τὴν οὕτως ὑπερφυᾶ καὶ ὑπέρκομπον ἀληθῶς καὶ μόνῳ πρέπουσαν τῷ Υἱῷ φωνήν τε καὶ παρρησίαν, οἷά τινα στέφανον ἀναδήσασθαι τὸν Δαβίδ, καὶ μεγαλαυχεῖν ἐφ' ἑαυτῷ λέγοντα σαφῶς· «Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ δὲ ἐν ἐμοί. Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Ἦ γὰρ οὐχὶ συνθελητὴν γεγονότα τὸν ἄνδρα Θεῷ καταθρήσαιμεν ἄν; Ἔφη γάρ που περὶ αὐτοῦ πρὸς τὸν μακάριον Σαμουήλ· «Εὗρον Δαβίδ, τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.» Β. Πιθανὸς ὁ λόγος, πλὴν οὐκ ἀσφαλής.

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
