# De sancta trinitate dialogi i-vii 557

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 557. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/557

Α. Κομιδῇ μὲν οὖν ἀπίθανος, ὦ ἑταῖρε, τερθρείας δ' οὖν τῆς ἐκτόπου παραδεικτικός, ἧς οὐκ οἶδ' ὅπως προεστηκότες οὐκ ἐρυθριῶσιν οἱ δι' ἐναντίας. Οὐδὲ γὰρ ἂν ἡμᾶς τὸ συνθελῆσαι μόνον καὶ ταὐτὰ βούλεσθαι τῷ Πατρὶ πρὸς εἰκόνα καὶ ὁμοίωσιν φυσικὴν ἐξεργάσαιτο τὴν αὐτοῦ, δρῴη δ' ἂν τοῦτο καὶ μόνη φύσεως ὁμοιότης, καὶ ἡ κατὰ πᾶν ὁτιοῦν ἐξ αὐτῆς ἰοῦσα τῆς οὐσίας ἐμφέρεια. Β. Κατ' εἰκόνα δὴ οὖν τὴν θείαν πῶς ἂν εἴημεν αὐτοί; Α. Ὡς ἔναυλον ἔχοντες τὸν Υἱόν, καὶ χαρακτῆρα τὸν θεῖον εἰσοικισάμενοι καὶ πεπλουτηκότες ἐν ἑαυτοῖς. Μεμορφώμεθα γὰρ δι' αὐτοῦ πρὸς Θεόν. Εἶδος δὲ τὸ πάντων ἐπέκεινα καὶ ὑπέρτατον, τουτέστιν ὁ Υἱός, διὰ Πνεύματος ἐνσημαίνεται ταῖς ἡμετέραις ψυχαῖς. Καὶ γοῦν ἐπιστέλλει Γαλάταις ὁ Παῦλος, ἐξ ἐλαφρίας ὠλισθηκόσιν ἐπὶ τὸ ἀκαλλέστερον· «Τεκνία μου, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Β. Ἄριστα ἔφης. Α. Εὔηθες δὲ καὶ ἑτέρως καὶ ἀκατάσκεπτον κομιδῇ τὸ μὴ οὐχὶ τῆς οὐσίας τοῦ Πατρός, βουλῆς δὲ καὶ θελημάτων εἰκόνα λέγεσθαι τὸν Υἱόν. Ὁ γάρ τοι Φίλιππος, «Δεῖξον ἡμῖν τὸν Πατέρα,» καὶ οὐχὶ τὴν θέλησιν ἔφασκε τοῦ Πατρός. Ἑαυτὸν δὲ παριστὰς εἰς εἰκόνα τοῦ Πατρὸς ὁ Υἱός, «Ὁ ἑωρακὼς ἐμέ,» φησίν, οὐχὶ τὴν θέλησιν τοῦ Πατρός· αὐτὸν δὲ μᾶλλον τεθέαται τὸν Πατέρα. Καίτοι ἐχρῆν δήπου τὸν ἀψευδεῖν ᾑρημένον, μᾶλλον δὲ οὐκ ἔχοντα δόλον ἐν τῷ στόματι αὐτοῦ, τόγε ἐκείνοις δοκοῦν, ἀλλὰ μὴ τοῦτο εἰπεῖν, εἴπερ ἦν οὐχ ὧδε ἔχων. Ἀλλ' ὁ μόνος εἰδὼς τὸν Πατέρα καὶ ὑπὸ μόνου διεγνωσμένος τοῦ Πατρὸς οὐ ψιλῆς ἡμῖν καὶ ἀνυπάρκτου θελήσεως εἰκόνα, χαρακτῆρα δὲ μᾶλλον τῆς ὑποστάσεως τοῦ γεγεννηκότος ἑαυτὸν ἀπέφηνεν εἰπών· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα.» Β. Ἀλλ' εἴπερ ὧδε φρονεῖν ἔκ τε τοῦ εἰκότος καὶ πρὸς αὐτῆς ὄντως τῆς ἀληθείας ἀναπεπείσμεθα, τρίβον μὲν ἴμεν τὴν ἀγαθήν· πλὴν ἴσθι τοι κἀκεῖνο ἐροῦντας· ὅ τινος, ὦ βέλτιστοι, χαρακτὴρ εἴη δήπου πάντως ἂν οὐκ ἐν ὑποστάσει τῇ καθ' ἑαυτόν, ἀλλ' οὐδ' ἂν ἰδίαν ἔχοι τὴν ὕπαρξιν, νοοῖτο δ' ἂν μᾶλλον ἐν ὑποκειμένῳ καὶ ὡς ἐν τάξει συμβεβηκότος, εἰ καὶ ἀχωρίστως ἐνείη τυχόν, καθάπερ ἀμέλει τὰ εἴδη τοῖς σώμασιν. Ἀνύπαρκτος οὖν ὁ Υἱός, εἴπερ ἐστὶ καθ' ὑμᾶς ὡς χαρακτὴρ ἐν τῷ Πατρί. Α. Ἀχρεῖον, ὡς ἔοικε, καὶ τοῖς ἄγαν αἰσχροῖς ἐναρίθμιον τὸ βούλεσθαί τι νοεῖν ἄριστά τε καὶ ἀδιαπτώτως, πάρα

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
