# De sancta trinitate dialogi i-vii 558

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 558. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/558

γε τοῖς οὕτω διεστραμμένοις· τὸ δὲ ἀρρωστοῦν εἰς σύνεσιν ἐντετίμηταί που· καὶ παρατροπῆς μὲν ἀεὶ τῆς ἐπὶ τὸ λίαν εὐηθικός, τὸ ἰσοστατοῦν οὐδέν, ἐν μοίρᾳ δὲ τῇ αἰσχίονι τὸ εὖ ἔχειν ὑπειλημμένον. Ἦ οὐκ ἄμεινον ἐννοεῖν ὡς τὴν μὲν τοῦ Υἱοῦ φύσιν, ἥτις ποτέ ἐστι, νῷ μὲν ἐπαθρῆσαι τῷ καθ' ἡμᾶς ἀνέφικτον παντελῶς, μεῖζον δὲ εἰπεῖν ἢ κατὰ δύναμιν λόγου; «Δόξα γὰρ Κυρίου κρύπτει λόγον,» κατὰ τὸ γεγραμμένον. Ἐκ πλείστων δὲ ὅσων θεωρημάτων, τὴν ὡς ἐν ἐσόπτρῳ γνῶσιν οὐκ ἀνιδρωτὶ καὶ μόλις ἐρανιζόμεθα, ἰσχναῖς δὲ δὴ λίαν καὶ οἱονεὶ κατερρινημέναις φαντασίαις ἐννοιῶν τὴν ὡς ἐν αἰνίγμασι θέαν εἰς νοῦν συναγείροντες, τὸ ἀκλινὲς ἐν πίστει κερδαίνομεν. Ἐπειδὴ δὲ ἐν κτίσμασι καὶ τοῖς ὑπὸ γένεσιν καὶ φθορὰν οὐδὲν ἀκριβῶς καὶ μοναδικῶς ἐξήσκηται πρὸς ἐμφέρειαν τῆς ἀνωτάτω φύσεώς τε καὶ δόξης, συνίεμεν μόλις τὰ περὶ αὐτῆς, τὸ τελοῦν εἰς δήλωσιν ἀφ' ἑκάστου τῶν ὄντων χρειωδῶς ἁρπάζοντες· σπιθαμῇ δὲ ὥσπερ μετροῦντες τὸν οὐρανόν, βραχεῖ κομιδῇ τῷ γε ἐν ἡμῖν ὄντι νῷ πρὸς τὰ ἐπέκεινα νοῦ παντὸς ἀναμύειν οὐ παραιτούμεθα, φῶς τε καὶ ζωὴν καὶ σοφίαν καὶ δύναμιν καὶ ἕτερα ἄττα πρὸς τούτοις φαμὲν εἶναι τὸν Υἱόν. Ὠνόμασται γὰρ οὕτω παρά γε τῇ θεοπνεύστῳ Γραφῇ, ἀλλ' οὐχ ἑκάστῳ τῶν ὀνομάτων τὴν ἄρρητον αὐτοῦ φύσιν ἐγκατακλείοντες, ἐκ διαφόρων αὐτὸν συγκεῖσθαί φαμεν, καὶ εἰς ἕν τι τὸ ἀρτίως ἔχον ἀναπεπλέχθαι μόλις. Ἁπλοῦς γάρ ἐστι καὶ μονοειδής, ἀλλ' ἐκ πλείστων ὅσων τῶν αὐτῷ προσπεφυκότων οὐσιωδῶς, εἰς αὐγὰς ὥσπερ ἴμεν ἰσχνὰς τῆς ἐπ' αὐτῷ θεωρίας καὶ συμμέτρου περιωπῆς. Εἰ τοίνυν λέγοιτο χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Πατρός, ἀχωρίστως τε ἅμα καὶ προσπεφυκότως συνυπάρχοντα νόει, καὶ οἱονεὶ τὸ εἶδος αὐτοῦ τοῦ γεγεννηκότος. Ἡνίκα δ' ἂν καὶ ἀπαύγασμα μονονουχὶ φωτὸς προέντος τε καὶ ἀπαστράψαντος, εἰς νοῦν ἔχε τὴν ἐκ Πατρὸς οἱονεί πως εἰς τὸ ἔξω διεκδρομήν, οὔτε εἰσάπαν ἀπηλλαγμένως τῆς ὅθεν ἐστὶν ὑποστάσεως, οὔτε μὴν εἰσάπαν συνεσταλμένως, προεκκύπτουσαν δὲ ὥσπερ εἰς τὸ ὑφεστάναι καθ' ἑαυτὴν καὶ εἰς ὕπαρξιν ἰδικήν. Ἐμφιλοχωρεῖ μὲν γὰρ τῇ τοῦ Πατρὸς φύσει, μονονουχὶ ῥίζαν ἔχων αὐτὴν ὁ Υἱὸς καὶ τομῆς τῆς εἰσάπαν οὐκ ἀνεχόμενος, πλὴν ὑφέστηκεν ἰδικῶς, καὶ ἔστιν Υἱὸς ἀληθῶς, οὐκ ἀνυπόστατος χαρακτήρ, οὐδὲ ἀνυπάρκτως ἐπερριμμένος, ἢ συμβεβηκώς, ὡς εἶδος ἐν σώματι. Ζωὴ γὰρ ὢν κατὰ φύσιν, πῶς ἂν νοοῖτο μὴ ὑφεστάναι;

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
