# De sancta trinitate dialogi i-vii 560

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 560. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/560

παρέδειξε κάλλος, διαρρήδην εἰπών· «Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι·» καὶ «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα·» πῶς οὐκ ἀναγκαῖον ἐννοεῖν ὡς τοῖς τῆς θεότητος ἰδιώμασιν ὑπάρχων διαπρεπής, καθάπερ ἀμέλει καὶ ὁ Πατήρ, κατ' οὐδένα τρόπον ἀπολισθήσειεν ἂν τοῦ εἶναι ζωὴ καὶ ζωοποιός, ἵνα μὴ διὰ τῆς εἰκόνος ὑβρίζηταί πως ὁ οὗπέρ ἐστιν εἰκών; Συμβήσεται γάρ, εἴπερ οὐχ ὧδε ἔχει, τό γε ἧκον εἰς τὸν Υἱόν, ὅς ἐστιν εἰκὼν τοῦ Πατρός, ζωὴν μὲν οὐκ ἔτι, ζωῆς δὲ μᾶλλον ἐπιδεᾶ καὶ τῆς παρ' ἑτέρου μέτοχον, καὶ αὐτὸν ἤδη πως ὑποπτεύεσθαι τὸν Πατέρα. Ἢ πῶς ἂν γένοιτο τοῦ ζωογονοῦντος εἰκὼν ἀπαράλλακτος τὸ ζωογονούμενον, τοῦ πλουσίως ἔχοντος τὸ ἐπιδεές, τοῦ διανέμειν ἑτέροις οἵου τε τὸ καὶ ἰδίᾳ φύσει μὴ ἐπαρκοῦν; Β. Εὖ λέγεις. Α. Οἱ δὲ δὴ ζωῆς μέτοχον καὶ οὐκ αὐτὸ κατὰ φύσιν ὑπάρχειν ζωὴν πεφλυαρηκότες τὸν Υἱόν, ὅποι ποτὲ θεῖεν ἂν τὴν αὐτοῦ φύσιν, ὡς ἑτέραν οὖσαν παρὰ τὴν ἐν αὐτῷ ζωήν, ἐννοεῖν οὐκ ἔχω. Ἦ οὐκ ἀνάγκη τὸ ἐν μεθέξει τινὸς γενέσθαι πεπιστευμένον ἑτεροφυὲς εἶναι παρ' αὐτό, ἵνα μὴ αὐτό τι ἑαυτοῦ λέγοιτό τε καὶ ὁρῷτο μέτοχον, εἴπερ ἐστὶν ὁμοφυές; Β. Ἀνάγκη. Α. Οὐκοῦν, εἰ μή ἐστι ζωὴ κατὰ φύσιν ὁ Υἱός, ἐν ἰδίᾳ που πάντως ἔσται φύσει, μεταλαχὼν ὡς ἑτέρας, ἢ ὅπερ ἐστὶν αὐτὸς τῆς ἐν αὐτῷ ζωῆς. Ἀποκρινάσθων δὴ οὖν οἱ τοσούτῳ παρεφθαρμένοις συναθλοῦντες δόγμασιν, ὑπὸ ποῖον ἡμῖν ἔσται κατ' ἐκείνους γένος· προαπέδειξε γὰρ ἡμῖν ὁ λόγος ὅτι μὴ γενητός. Β. Ζωή, φησί, γέγονε παρὰ τοῦ Πατρός· ἔφη γὰρ ὁ Ἰωάννης· «Ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν.» Ὁ <Υἱὸς> οὖν ἐστι ζωή. Α. Συνεισδήσας οὖν ἄμφω καὶ εἰς ἕν τι συνενεγκὼν ζωήν τε καὶ τὸν Υἱόν, οὐχ ἕτερον εἶναι φὴς παρὰ τὴν ἐν αὐτῷ ζωήν, ὡς διαφόροις ὀνόμασι τὴν ἑνὸς ἡμῖν τοῦ νοουμένου κατασημαίνεσθαι φύσιν, εἴτουν Υἱὸς εἴτε ζωὴ λέγοιτο τυχόν; Β. Οὕτω φημί. Α. Εἶτα πεποιῆσθαι παρὰ τοῦ Πατρὸς ὑπειλήφασι τὴν ζωήν· καὶ πῶς ἂν οὐχὶ μωρίας αὐτοῖς ἐπίκλημα καὶ γραφὴ τὸ χρῆμα λοιπόν; Ἦ οὐχὶ τὸ γεγονὸς ἐξ ἀνυπαρξίας παρῆχθαι λέγειν, καὶ οὐχ ἑκόντας, ἀνάγκη, καὶ τὸ εἰς ἀρχὰς τοῦ εἶναι παρακεκομισμένον τοῦ εἶναι πρεσβύτερον τὸ μὴ εἶναι λαχεῖν; Ἀλλ' οὐ τοῦτό γε, ὦ βέλτιστοι, ζωή, πολλοῦ γε καὶ δεῖ. Ζωὴ γάρ ἐστιν οὐ τὸ εἰς ζωὴν παρηγμένον· πρέποι δ' ἂν μᾶλλον αὐτῇ τὸ εἶναι διὰ παντός, ἄναρχόν τε καὶ ἀτελεύτητον τὴν ὕπαρξιν ἔχειν. Εἰ δὲ δὴ σοφὸν οἴονται

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
