# De sancta trinitate dialogi i-vii 561

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 561. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/561

καὶ κατεσκεμμένον ὑπάρχειν αὐτοῖς τὸν λόγον, τὸν ἐν μεθέξει ζωῆς, κἂν εἰ νοοῖτο ζωή, πρεσβεύοντα τὸν Υἱόν, ἀκουόντων ὅτι ζωὴ λέγοιτ' ἂν τὸ ζωοποιοῦν, οὐχὶ τὸ ζωοποιούμενον, καθάπερ ἀμέλει καὶ φῶς καὶ σοφία καὶ δύναμις, οὐ τὸ φωτὸς ἐπιδεὲς καὶ σοφίας τητώμενον καὶ ἰσχύος τῆς παρ' ἑτέρου γλιχόμενον, τὸ φωτίζον δὲ μᾶλλον καὶ σοφοὺς ἀποτελοῦν καὶ δυναμοῦν ἑτέρους. Ἦ οὐχὶ δὴ τρίβον ἰέναι σοι δοκῶ τὴν εἰς εὐθύ τε καὶ ἀκαμπῆ καὶ ταῖς ἐκ νόμου ψήφοις ἐπαινουμένην; «Ὁδῷ γάρ, ἔφη, πορεύσῃ βασιλικῇ.» Β. Καὶ μάλα. Α. Τὸ δὲ δὴ σχέσει τῇ μὴ κατὰ φύσιν καταπλουτοῦν καὶ μόλις τό γε ὅλως εἶναι τοῦθ' ὅπερ ἐστί, πῶς ἂν ἐν ἴσῳ γένοιτό ποτε τῷ καὶ μετασχεῖν ἐφιέντι, καὶ χαριζομένῳ μεταλαχεῖν τῶν ἰδικῶς αὐτῷ προσεῖναι πεπιστευμένων; Ἀκούω γὰρ λέγοντος τοῦ Υἱοῦ· «Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ.» Καὶ μάλα εἰκότως. Ἐνεργήσει γὰρ ἐν ἴσῳ καὶ οὔτι που παρηλλαγμένως ἥ τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ φύσις. Ζωὴ γάρ ἐστιν ὁ Πατήρ, ζωὴ δὲ καὶ ὁ Υἱός, οὐ μεῖον ἢ ὁ Πατήρ. Β. Ἀλλ', οἶμαί γε δή, φαῖεν ἂν ὅτι ψευδομυθεῖς, ὦ οὗτος, οἴχεται δὲ δή σοι πρὸς τὸ μηδὲν ἤδη πως ὁ νοῦς καὶ τῶν μὲν ἐξ ἀκριβείας διημάρτηκεν ἐννοιῶν, τὸ δὲ τοῦ Πατρὸς ὑπερανεστηκός τε καὶ ὑπερκείμενον ἔν γε τῷ εἶναι ζωὴ κεκιβδήλευκέ τε καὶ κατασμικρύνας ἔχει. Πῶς γὰρ ἢ πόθεν ἐν ἴσῳ κείσεται τῷ Υἱῷ, καὶ εἰ καλοῖτο ζωή; Α. Βραχὺ πρὸς λόγους διαμελλήσαντες, ἀτρέμα ἔχειν δεῖν οἰησόμεθα μὲν ἡμεῖς. Οἱ δὲ τοῖς σφῶν αὐτῶν συναθλοῦντες δόγμασι, καὶ πειράσθων ἀναπείθειν ὡς ἀμείνων μὲν ἢ καθ' Υἱὸν ζωοποιὸς ὁ Πατήρ, μείων δὲ ἢ κατ' αὐτόν, καίτοι ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ Υἱός. Ἀλλ' ἔσονται μὲν οὐχ οἷοί τε τοῦτο δρᾶν, οἶδ' ὅτι, καταμαντεύσονται δὲ τὸ δοκοῦν καὶ καθοριοῦσιν εὐκόλως ἃ ἂν βούλωνται τοῦ Υἱοῦ, καὶ θεσμοῖς ἰδίοις τὴν ἁπάντων βασιλίδα καταζευγνύντες φύσιν. Εἶτα τιμᾶν οἴονται τὸν Πατέρα τὸν ἐξ αὐτοῦ πεφηνότα κατὰ φύσιν Υἱὸν ταῖς εἰς τὸ μεῖον καταλυποῦντες ψήφοις, καίτοι λέγοντα σαφῶς· «Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμέ, ἀλλ' εἰς τὸν πέμψαντά με·» καὶ, «Ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με.» Τίνα γὰρ τρόπον καταθρήσαιμεν ἂν ζωὴν ὄντα κατὰ φύσιν ἐν Υἱῷ τὸν Πατέρα, εἰ μὴ νοοῖτο ζωὴ κατὰ φύσιν καὶ ὁ Υἱός; Τί δὲ οὐχὶ καὶ φάσκοντι πιστευτέον τὸ «Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή;» Συνάρθρως δὲ καὶ μοναδικῶς

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
