# De sancta trinitate dialogi i-vii 563

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 563. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/563

Β. Ἐπυθόμην· τὸ δὲ δὴ δοῦναι νυνὶ κατὰ μόνου τοῦ κρίνειν τετάχθω, φησίν. Ἐπειδὴ γὰρ τὸ κρίνειν ὁ νόμος ὡς γέρας ἐξαίρετον ἀνετίθει Θεῷ (ἔφη γὰρ ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστιν), δέχεται τὸ Θεοῦ γέρας ὡς ἄνθρωπος. Α. Τὸ δέ γε ζωογονεῖν, ὦ βέλτιστοι, πρέποι ἂν ἑτέρῳ μᾶλλον ἢ Θεῷ; Καίτοι καὶ Παῦλος ἡμῖν ὁ σοφώτατος, Τιμοθέῳ γράφων, «Διαμαρτύρομαι, φησίν, ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωογονοῦντος τὰ πάντα.» Β. Ναί, πρέποι ἂν καὶ τοῦτο, φησί, τῷ Θεῷ, ἀλλὰ τί μήν; Α. Τὸ δὲ Θεῷ πρέπον, καὶ οὐσιωδῶς ἀνημμένον, ἆρ' οὐχὶ τῇ ἀνθρώπου φύσει δοτόν τε καὶ ἐπακτόν; Β. Καὶ τοῦτο ἀληθές. Α. Ἄνθρωπος δὲ καθ' ἡμᾶς ὁ Χριστός, εἰ καὶ νοοῖτο Θεὸς καθὸ πέφηνεν ἐκ Θεοῦ; Β. Ναί· πῶς γὰρ οὔ; Α. Φύσεως οὖν ἄρα τῆς θείας ἴδιον καὶ ἐξαίρετον ἔργον ἦν τὸ ὡς ἀνθρώπῳ δοτόν, τουτέστιν ἡ ζωή; Β. Ἀλλ' ὁ Πατὴρ λέγεται τῷ Υἱῷ δεδωκέναι τὴν ζωήν. Α. Προστίθει τὸν χρόνον καὶ λελύσθω τὸ ζητούμενον. Ὅτε γὰρ πέφηνε καθ' ἡμᾶς, τότε δὴ τότε καὶ ζωοποιεῖσθαι λέγεται, καίτοι ζωὴ κατὰ φύσιν αὐτὸς ὢν ὡς ἐκ Θεοῦ καὶ ζωῆς. Καὶ γοῦν λεγομένου τοῦ Πατρὸς ὡς οὐκ ἔχοντι τῷ Υἱῷ χορηγῆσαι τὴν ζωήν, κατίδοι τις ἄν, καὶ λίαν ἀμογητί, ζωῆς ὄντα χορηγὸν ἑαυτῷ τὸν Υἱόν, καὶ οὔτι πού φαμεν καθὸ νοεῖται Θεός, καθὸ δὲ πέφηνεν ἄνθρωπος, ᾧ δοτόν τε καὶ εἰσκεκριμένον ἔξωθεν ἡ ζωή. Ἔφη μὲν γὰρ ὁ μακάριος Παῦλος· «Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας ἐκ νεκρῶν Χριστὸν Ἰησοῦν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.» Ὁ δέ γε Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οὐχὶ ταῖς ἑτέρου μᾶλλον, ἀλλὰ ταῖς ἰδίαις ἐνεργείαις τὸ χρῆμα διδούς, πρὸς Ἰουδαίους φησὶ περὶ τοῦ ἰδίου σώματος· «Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Β. Πῶς οὖν ἐνήργηκεν ὁ Πατὴρ ἐν τῷ Υἱῷ τὴν ζωήν, εἴπερ ἀνεβίω Χριστὸς ταῖς ἑαυτοῦ δυνάμεσί τε καὶ ἐνεργείαις; Α. Ὅτι ζωῆς ὄντος τοῦ Πατρός, ζωὴ πέφηνεν ἐξ αὐτοῦ κατὰ φύσιν τε καὶ ἀληθῶς ὁ Υἱός, τῆς τοῦ τεκόντος οὐσίας ἐμφαντικός, καὶ ὅλος μὲν ὑπάρχων ἐν τῷ Πατρί, φέρων δὲ αὖ ὁλοκλήρως ἐν ἑαυτῷ τὸν Πατέρα. Ταύτῃ τοί φαμεν τὸ Πατρὸς ἐνέργημα καὶ τοῦ Υἱοῦ, καὶ ὅπερ ἂν ὁ Υἱὸς ἐργάσαιτο, τοῦτό ἐστιν ἐνέργημα τοῦ Πατρός. Καὶ γοῦν τὴν ὡς ἐκ Πατρὸς ἐνέργειαν ἰδίαν οὖσαν ἐπιδεικνὺς καὶ τὸ ἐν ἅπασιν ἰσουργὸν τῆς πρὸς αὐτὸν ὁμοουσιότητος

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
