# De sancta trinitate dialogi i-vii 565

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 565. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/565

τε τὸ Πνεῦμα, καὶ τρόπῳ τῷ κατὰ τὴν ἐκφύσησιν χορηγὸν ὄντα ζωῆς ἑαυτὸν ἀποφαίνει; Ὅταν τοίνυν λέγηται ζωῆς μέτοχος ὁ Υἱός, ἤγουν ὅτι ζωοποιεῖται παρὰ τοῦ Πατρός, τὴν θείαν εὐθὺς ἀναλογίζου φύσιν ὅλην ὥσπερ ἐν Πατρὶ νοουμένην, ἐν ᾧ καὶ ἐξ οὗ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ζωοποιὸν τοῖς εἰσκεκριμένην ἔχουσι τὴν ζωὴν τὴν ζωοποίησιν ἐνεργοῦν, οὐχ ὡς τῆς ἀρρήτου φύσεως ὄργανον, ἀλλ' οἱονεί πως ὅλην αὐτῆς τὴν ποιότητα δι' ἑαυτοῦ τῇ κτίσει δωρούμενον, καὶ ἀναμορφοῦν εὖ μάλα τὸ φθείρεσθαι πεφυκὸς εἰς μακραίωνα βίον. Ἐννοίαις δὲ ταῖς εἰς τοῦτο σεσοφισμένος, τὴν ἐν Χριστῷ ζωοποίησιν ἐνηργημένην εὑρήσεις εἴς γε δὴ μόνον τὸ ζωοποιεῖσθαι πεφυκός, τουτέστι τὸ ἀνθρώπινον. Ὁ γὰρ ἐκ Πατρὸς ἀληθῶς καὶ μονογενὴς διὰ τοῦ ἰδίου Πνεύματος τῆς ἑαυτοῦ σαρκὸς ἀπεσόβει τὴν φθοράν, καὶ θανάτου κρείττονα τὸν οἰκεῖον ἀπετέλει ναόν. Ὅτι γὰρ ᾗ Θεός τέ ἐστι καὶ ἐξ αὐτῆς ἀνέφυ τῆς κατὰ φύσιν ζωῆς, δῆλον δὲ ὅτι τοῦ Πατρός, ζωὴ καὶ αὐτὸς κατὰ φύσιν ἐστί, μάρτυς ἂν γένοιτο περιφανής τε καὶ ἀληθὴς ὁ θεσπέσιος Ἰωάννης. Γράφει γὰρ ὧδε περὶ αὐτοῦ· «Ὃ ἦν ἀπ' ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς, καὶ ἡ ζωὴ ἐφανερώθη καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα καὶ ἐφανερώθη ἡμῖν.» Σαφέστερον δὲ καθιστὰς τὸ τίς ἂν εἴη λοιπὸν ἡ πρὸς αὐτοῦ κεκλημένη ζωή, πάλιν φησί· «Καὶ οἴδαμεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει· καὶ ἔδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεόν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ἡ ζωὴ ἡ αἰώνιος.» Ποῦ γὰρ ὅλως ἢ πῶς ἂν νοοῖτο καὶ ὑπάρχων ἀπ' ἀρχῆς καὶ Θεὸς ἀληθινός, εἰ μὴ τοῦ κεκλῆσθαι πρὸς ὕπαρξιν πρεσβύτερόν τε καὶ ἀνωτάτω τὸ εἶναί τε ἀεὶ καὶ ὡσαύτως ἔχειν λαχών; Ζωὴ γὰρ κατὰ φύσιν ὑπάρχων, τότε δὴ τότε πρεπόντως ἐπιγινώσκεται. Θεῷ γάρ που τῷ ἀληθινῷ, τὸ ὧδέ τε εἶναι πρέποι ἄν, καὶ διαμαχεῖται τὸ ἔμπαλιν, καὶ γοῦν ὄνομα τὸ Ὢν αὐτῷ· «Ἐγὼ γάρ, ἔφασκεν, εἰμὶ ὁ Ὤν, τοῦτό μού ἐστιν ὄνομα καὶ μνημόσυνον αἰώνιον γενεῶν γενεαῖς.» Β. Ἀλλ' εἰ χαρίζῃ, φησί, τὴν Πατρὸς ἐνέργειαν τῷ Υἱῷ, καὶ τοῦτο ἀπαραλλάκτως, ἰσοσθενῆ τε εἶναι φής, ποῦ τὸ μεῖον ἔτι τηρήσεις αὐτῷ, καίτοι λέγοντι σαφῶς·

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
