# De sancta trinitate dialogi i-vii 566

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 566. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/566

»Ὁ Πατήρ μου μείζων μού ἐστι;» καὶ πάλιν· «Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν;» ᾜδει γὰρ ὄντα Θεὸν ἑαυτοῦ τὸν Πατέρα. Α. Οὐκοῦν, εἰ μὴ φύσει καὶ ἀληθῶς Θεὸν εἶναι πεπιστεύκασι τὸν Υἱόν, κτίσμα που πάντως καὶ ἕτερον παρὰ τοῦτο οὐδὲν εἴη ἄν. Ἐπὶ δέ γε τοῖς ὧδε φρονεῖν ᾑρημένοις, οἶμαι δὴ πρέπειν ἐκεῖνο εἰπεῖν· «Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι τὸν λαὸν τοῦτον ἡμέρας καὶ νυκτός;» Ἐπιφωνείτω δὲ πᾶς αὐτοῖς φιλόθεός τε καὶ εὐσεβής· «Ἀπηλλοτριώθητε ἀπὸ Χριστοῦ, τῆς χάριτος ἐξεπέσετε.» Μερὶς δὲ καὶ κλῆρος ὑμῖν Θεὸς μὲν οὐκέτι, πολλοῦ γε καὶ δεῖ· νόθος δέ τις ἁπλῶς καὶ ψευδώνυμος, κατάπλαστον ἔχων τὴν τῆς θεότητος δόξαν. Λελατρεύκασιν ἀληθῶς τῇ κτίσει παρὰ τὸν κτίσαντα, διὰ τοῦτο καὶ ἐν μείοσιν ἢ ἐν οἷς ὁ Πατὴρ καὶ ἐπακτὸν ἔχειν τὴν ζωήν, μᾶλλον δὲ καὶ ἐν οἷς ἡ ζωὴν ἰδίαν οὐκ ἔχουσα κτίσις, πεπιστεύκασι τὸν Υἱόν. Εἶτα τί προσκυνεῖν ἐγνώκασιν ὃν τοῖς τῆς κτίσεως ἐγκαταδεσμοῦσι μέτροις, καὶ τῆς κατὰ πάντων οὐσιώδους ὑπεροχῆς δυσσεβοῦντες ἀπαλλάττουσι, καίτοι λέγοντος Ἰωάννου σαφῶς· «Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν.» Οὐ γὰρ δὴ ταῖς κατὰ σύγκρισιν ὑπεροχαῖς τὸ ἐπάνω πάντων ὁ Υἱὸς κεκτήσεται· ἐπειδὴ δὲ ἐν τῷ πάντα εἰπεῖν, γενητοῦ παντὸς εἰσφέρεται δήλωσις, ὑπερανεστήξει τὰ πάντα τὸ τελεῖν ἐν κτίσμασιν οὐδαμόθεν ἔχων ὡς ἴδιον ὁ Υἱός· ἐπεὶ μὴ ἐν τοῖς πᾶσίν ἐστιν, ἀλλ' ἐπάνω πάντων ἐξῃρημένως, διὰ τὸ εἰς λῆξιν ἰέναι τὴν ἀνωτάτω λοιπόν, ἧς ἐπέκεινα παντελῶς οὐδέν. Ἦ οὐχὶ Θεὸς τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, καθὰ καὶ ὁ θεῖος ἡμῖν ἔφη Παῦλος; Β. Ναί. Α. Τοῦτο δὲ ἦν ὁ Υἱός· «Ἐν ἀρχῇ γὰρ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος.» Β. Τί οὖν ἐροῦμεν εἰ φαῖεν ὅτι γέγραπται περὶ τοῦ Πατρὸς ὅτι ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα; Α. Ἀλλ' εἰ προσθεῖεν ἡμῖν, ὦ Ἑρμεία, τὸ ἀναμαθεῖν ἐθέλειν ὅπη τε καὶ ὅπως εἰσποίητον ἔχει τὸ εἶναι Θεὸς ὁ Υἱός, καίτοι κατὰ φύσιν καὶ αὐτῷ τῷ εἶναι συμπαρομαρτοῦν τὸ ἀξίωμα λαχών, αὐτόθεν, οἶμαί που, καταβαλοῦσι, καὶ τὸ δύσερι μεθέντες ὡς νόσον ἀποπληξίας, ἀποπεπαύσονται μὲν τὴν ἄρρητον τοῦ Υἱοῦ συκοφαντοῦντες οὐσίαν, φρονεῖν δ' ἂν ἕλοιντο μεθ' ἡμῶν ὀρθά. Ἀλλ' ἐκεῖνοι μέν, κατὰ τὸ εἰκός, ἐνστήσονται ταῖς σφῶν αὐτῶν ἐπαμύνοντες δόξαις καὶ τοῦ ψεύδους ὑπερμαχόμενοι καὶ προεστηκότες

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
