# De sancta trinitate dialogi i-vii 571

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 571. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/571

οὐκ ἀνάντης ἑλεῖν, εἴ τῴ τις εἴη σοφὸς καὶ ἀρτίφρων ὁ νοῦς. Γέγραπται γὰρ ὅτι «Πάντα ἐνώρια τοῖς συνιοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.» Εἰ δὲ δή τις ἕλοιτο, τὸ ἐπ' εὐθὺ φέρεσθαι μεθείς, εὐηθέστατα σκολιοδρομεῖν, καὶ τὴν εὐστιβῆ τῶν θεωρημάτων μεταμείψας ὁδόν, παρατρέπεσθαι πρὸς ἑτέραν, ἀκάνθαις περιπεσεῖται καὶ βόθροις καὶ τοῖς διὰ μέσου προσπταίσμασιν. Ὅθεν, οἶμαι, καὶ αἰνιγματωδῶς ὁ νόμος ταυτί που παραδηλῶν· «Ὁδῷ βασιλικῇ πορεύσῃ, φησί, καὶ οὐκ ἐκκλινεῖς δεξιᾷ οὐδὲ ἀριστερᾷ.» Ὅταν <τι> τοίνυν τῶν ὅσα ἐστὶ μείω μὲν ἢ κατὰ Θεοῦ δόξαν, γενητὴν δὲ φύσιν οὐχ ὑπερκείμενα, λέγηται περὶ τοῦ Υἱοῦ, μὴ τὴν ἄρρητον εὐθὺς καὶ ἐκ Πατρὸς ἰδικῶς ἀναλογίζου φύσιν, ἀλλ' ᾗπερ ἂν ἴοι τῶν θεωρημάτων ὁ σκοπὸς ἴθι κατὰ ῥοῦν, μήτε τὰ τῆς θεότητος ἰδικῶς τοῖς τῆς ἀνθρωπότητος ἐγκαταγράφων μέτροις, μήτε τῆς ἀνθρωπότητος τὸ σμικροπρεπὲς τῇ ὑπὲρ πάντα φύσει προσνέμων, ὡς αὐτῇ κυρίως προσπεφυκός, ἀλλ' εὐκρινῆ καὶ τετορευμένην τὴν ἐφ' ἑκάστῳ διαστολὴν εὖ μάλα ποιεῖσθαι διεγνωκώς. Ὧδε γὰρ ἂν ἔχοις, καὶ οὐχ ἑτέρως, τὸ ἀπλανεστάτην δύνασθαι τὴν θεωρίαν ἑλεῖν. Β. Οἷον δὲ δὴ τί φής; Α. Ὁ μακάριος ἔφη Παῦλος περὶ τοῦ Μονογενοῦς ὅτι καὶ ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρός. Ἄνες δὴ οὖν ἔν γε τουτοισὶ καὶ παντὸς ἐπέκεινα γενητοῦ μεθίει τὸν νοῦν, καὶ τὸ θεῖον αὐτὸ περιαθρείτω κάλλος καὶ τὴν ἄρρητον αὐτοῦ κατασκεπτέσθω γέννησιν, καὶ τὸν τῆς ὑπάρξεως τρόπον ὡς ἐν ἐσόπτρῳ βλέπων, κατακροτείτω ταῖς εὐφημίαις. Εἰ δὲ δὴ γράφοι περὶ αὐτοῦ· «Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὢν Υἱός, ἔμαθεν ἐφ' ὧν ἔπαθε τὴν ὑπακοήν,» κάτιθι βραχύ, καὶ τὸ τῆς ἀνθρωπότητος ἀναλογίζου μέτρον. Οὐ γὰρ ἂν ἀπέθανεν ὁ χαρακτὴρ τοῦ Πατρός. Ἐπειδὴ δὲ καὶ ἐν ταῖς τῆς σαρκὸς ἡμέραις ἡ ἱκετηρία γέγονε, σαρκὸς ἂν εἴη τὸ δεῖμα, καὶ τῆς ἀνθρωπότητος ἰδικῶς τὸ κατορρωδῆσαι θάνατον. Οὐκοῦν εἰ καὶ λέγοιτο λαβεῖν τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, μὴ τῶν τῆς θεότητος ὅρων ἀποσόβει τὸν Υἱὸν ᾗ Λόγος ἐστὶ καὶ ἐκ Θεοῦ πέφηνε Πατρός. Ἦν γὰρ φύσει καὶ ἀληθῶς Θεὸς καὶ πρὸ τῶν τῆς κενώσεως χρόνων. Ἦ οὐχὶ δὴ τοῦτο ἐρεῖς; Β. Πάνυ γε. Α. Ἐπειδὴ δὲ πέφηνεν ἄνθρωπος, καθεὶς ἑαυτὸν εἰς

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
