# De sancta trinitate dialogi i-vii 574

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 574. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/574

τις ἕλοιτο σαφῶς Πέτρου τε καὶ Παύλου τίς ἂν εἴη τυχὸν ὁ τῆς οὐσίας ὅρος ἀναμαθεῖν, ἴσον ἐπ' ἀμφοῖν εὑρήσει καὶ ὡσαύτως ἔχοντα κατὰ πᾶν ὁτιοῦν, τὸ δὲ δὴ μεῖον ἢ ὅτι, φληνάφως, οἶμαί που, καὶ οὐκ ἐκ νοῦ τοῦ σώφρονος διασκέψαιτ' ἄν. Μείζονα τοίνυν ἐπείπερ εἶναί φασι τὸν Πατέρα, τί δὴ ἄρα τὸ ὑπερτεροῦν ἐν αὐτῷ, καὶ ᾧ τὸ μεῖζον εἰσβέβηκεν ἀποδεικνύντων αὐτοί. Β. Ἆρ' οὖν διημάρτηκε τἀληθοῦς ὁ Υἱὸς φάσκων· «Ὅτι μείζων μού ἐστιν ὁ Πατήρ;» Α. Καὶ πῶς ἂν ψεύσαιτο λέγων· «Ἐγώ εἰμι ἡ ἀλήθεια;» Ἀλλ' ὅπως μὲν ἂν νοεῖσθαι πρέποι τὴν τοῦ Σωτῆρος φωνὴν παρείσθω νυνί. Καιρῷ γὰρ εἰρήσεται. Φράζε δὲ ὅ φημι, μία θεότητος φύσις ἡ πάντων τεχνῖτις καὶ τῶν ὅλων δημιουργὸς γινώσκεται πρὸς ἡμῶν; «Κύριος γὰρ ὁ Θεὸς ἡμῶν Κύριος εἷς ἐστιν,» ἢ οὐκ ἀληθὴς ὁ νόμος; Β. Ἀληθής. Α. Ἁπλοῦν δὲ ὑπάρχον καὶ μονοειδὲς τὸ Θεῖον, ἐν ἁγίᾳ Τριάδι πιστεύεται καὶ γινώσκεται, ἔν τε Πατρί, φημί, καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι. Ἦ ἄρα τι φὴς παρὰ τοῦτο ἕτερον καὶ διδάσκειν ἔχεις; Β. Οὐδ' ὁπωστιοῦν. Α. Οὐκοῦν εἰς μίαν μὲν καὶ τὴν αὐτὴν συνενεγκόντες φύσιν καὶ εἰς ταὐτότητα συνεισδέοντες τῶν εἰρημένων ἕκαστον, μετὰ καὶ τοῦ ὑπάρχειν ἰδιοσυστάτως, ἕνα Θεὸν προσκυνήσομεν καὶ ἑνὶ τῷ τῶν ὅλων Θεῷ λατρεύσομεν. Διελόντες δὲ καὶ κατατεμόντες εἰς ἑτερότητα φυσικὴν καὶ ἀναμέρος ἕκαστον ἐν ἰδίᾳ τινὶ τιθέντες φύσει, τρεῖς ἤδη θεοὺς καὶ οὐχ ἑκόντες ὁμολογήσομεν. Εἶτα τίς ἂν ἡμᾶς ἐξέλοιτο τοῦ πεπλανῆσθαι λόγος, εἰ τῇδε διακεισόμεθα; Πῶς δὲ οὐχὶ παντὸς ἂν ἁμάρτοι λογισμοῦ καλοῦ τε καὶ ἀγαθοῦ τρεῖς ἡμῖν εἴ τις ἀνθ' ἑνὸς διακηρύττει θεούς; Ἀλλ' οἶμαι κατορρωδήσαντες τὸ ἀναφανδὸν ἑλέσθαι ληρεῖν, Θεὸν μὲν καὶ ἀληθῆ τὸν Πατέρα ἐροῦσι, δυσφημίαν δὲ τὴν σφίσιν αὐτοῖς ἐντριβῆ καὶ πρέπουσαν μόνοις καταχέοντες τοῦ Υἱοῦ, γενητὸν μὲν ἐροῦσι καὶ ἐκτισμένον, τῇ τῆς θεότητος δόξῃ καθάπερ τινὰ σκιὰν ἐπαλείφοντες καὶ ψιλοῖς ὀνόμασιν ἐκτετιμῆσθαι πιστεύοντες· τοῦ γε μὴν εἶναι φύσει τε καὶ ἀληθῶς Θεὸν ἀνέδην ἐκπέμψουσιν. Εἶτα τίς οὕτω νωθής τε καὶ παρειμένος, ἔν γε τοῖς ἐθέλουσι φρονεῖν ὀρθῶς, ὃς οὐχὶ τῶν οὕτω διεγνωκότων πλείστην ἂν ὅσην ποιήσαιτο τὴν καταβοὴν καὶ τῆς ἀμέτρου τερθρείας καταμειδιάσας ἐρεῖ· εἰ μὴ Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱός, εἰσποίητον δὲ αὐτῷ τοὔνομα καθ' ὑμᾶς, τί μαθόντες αὐτὸν τῷ Θεῷ καὶ Πατρὶ συγκρίνετε καὶ τὸ μεῖον ἢ ὑπερτεροῦν

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
