# De sancta trinitate dialogi i-vii 576

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 576. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/576

Β. Ἀνάγκη. Α. Οὐ γάρ, οἶμαι, φαῖεν ἂν ὡς ποσότητι μετρητῇ τὸ μεῖζον ἐν τῷ Πατρί· πέρα γὰρ ποσότητος τὸ ἀσώματον· οὐδ' αὖ ὅτι τοῦ Γεγεννηκότος ὑστερογενὴς ὁ Υἱός. Ἀεὶ γὰρ ὄντος Πατρὸς τοῦ Πατρὸς καὶ ἀλλοιώσεως καὶ μεταβολῆς οὐκ εἰς ἕτερόν τι παρὰ τοῦτο καλούσης τὸν ἀεί τε καὶ ὡσαύτως ἔχοντα Θεόν, ἦν δήπου πάντως τὸ ἐξ αὐτοῦ συνάναρχόν τε καὶ συναΐδιον καὶ τῇ τοῦ τεκόντος ὑπάρξει συμπαρομαρτοῦν. Β. Μείων, φησίν, ὁ Υἱός, οὐ ποσότητι τῇ κατὰ σῶμα· πῶς γάρ; Ἀλλ' ὅτι μὴ ἐν οἷς ὁ Πατήρ. Α. Φέρε δὴ οὖν τὰ τῆς θεότητος ἀξιώματα φιλοκρινοῦντες εὖ μάλα, κατιδεῖν σπουδάζωμεν εἰ ἐμπρέποι μὲν μόνῳ ταυτὶ τῷ Πατρί, ἥκιστά γε μὴν τῷ Υἱῷ κατὰ τὸν ἴσον τρόπον ἢ ὥσπερ ἀμέλει καὶ αὐτῷ τῷ Πατρί. Ἀλλά μοι τουτὶ καὶ πρό γε τῶν ἄλλων ἐρομένῳ φράσον. Ἆρα γὰρ εἰ προὔχει τε καὶ ὑπερέφυ τὸν Υἱὸν ὁ Πατήρ, οὐχ ἕψεται πάντως τῷ τοιῶσδε κρείττονι τὸ χρῆναι πλεονεκτεῖν οὐ καθ' ἕνα τρόπον, ἀλλὰ κατὰ πᾶν ὁτιοῦν τῶν ὅσα ἐστὶ θεότητος ἴδια; Β. Καὶ πάνυ. Α. Εἰ δὲ ἐν ἴσῳ φαίνοιτο τοῦ Υἱοῦ τὸ ἐφ' ἅπασιν ἰσοστατοῦν, οὐκ ἂν εὖ μάλα διακρούσαιτο τὴν ἔν γε τῷ δεῖν μειονεκτεῖσθαι συκοφαντίαν; Δεδόσθω γὰρ ὅτι καὶ τὸ ἄγαν ὑπερκείμενον ἐθελουσίως ἔσθ' ὅτε πρὸς τὸ τῶν ὑποκαθημένων σμικροπρεπές, τὴν ἰδίαν καταβιβάζει δόξαν· τὸ δὲ ἐν μείοσί τε καὶ ἔλαττον ἀληθῶς, πῶς ἂν τὴν οἰκείαν ὑπεραλοῖτο φύσιν, καὶ πέρα μὲν τῶν οἰκείων ἀφίκοιτο μέτρων, τοῖς δὲ τοῦ λίαν ὑπερκειμένου φιλονεικήσοι πλεονεκτήμασιν; Β. Εὖ λέγεις. Α. Πῶς οὖν ἡμῖν ὁ Υἱὸς τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἀκριβῆ τινα τύπον οἱονεὶ καὶ γραφὴν τὰ καθ' ἑαυτὸν ἀνιστάς, καὶ εἰς τὴν τοῦ τεκόντος ἐπίδειξιν τὴν ἰδίαν εὖ μάλα παρακομίζων φύσιν, «Ὁ ἑωρακὼς ἐμέ, φησίν, ἑώρακε τὸν Πατέρα. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν;» Εἴπερ οὖν ἐστιν οὐκ ἐν οἷς ὁ Πατήρ, τί μαθὼν αὐτὸν ἐν ἰδίᾳ φύσει ζωγραφεῖ, καὶ ἓν εἶναί φησι πρὸς τὸ τελείως ἔχον τὸ τοῦδε καταδεὲς καὶ ἡττώμενον; Β. Οὐκ ἂν ὧδε ἔχοι, κατά γε τὸ αὐτῷ μοι δοκοῦν. Α. Οὐκοῦν—τετράψομαι γὰρ ἐπὶ τὸ χρῆναι λοιπὸν τὰ ὅσαπερ ἂν τὴν θείαν ἡμῖν καὶ ἀνωτάτω κατακαλλύνοι φύσιν, ὡς ἂν οἷός τε ὦ, κατιδεῖν—, φέρε δή, φέρε κατασκεπτώμεθα πότερα μειζόνως ἐν τῷ Πατρὶ ἤγουν ἔλαττον ἢ χρὴ τὸ τῆς θεότητος κάλλος ἐκπρεπὲς ἐν Υἱῷ;

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
