# De sancta trinitate dialogi i-vii 578

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 578. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/578

τε αὐτὸν καὶ μὴν ὅτι Κύριος τῶν δυνάμεων ὀνομάζοντα, πλήρη τε εἶναι λέγοντα τόν τε οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ. Ὁ δὲ δὴ κατάρχων ἐν ἴσῳ τῶν ὅλων, ἰσόχειρ τε καὶ ἰσοσθενὴς τῷ Πατρὶ καὶ οὐ μεῖον εὐκλεὲς (πλέα γὰρ τὰ πάντα τῆς δόξης αὐτοῦ), καὶ πρὸς τὸν τῶν ὅλων μείζονα τὸ ἐν ταὐτότητι φυσικῇ διακεκτῆσθαι λέγων, πῶς οὐκ ἂν ἔχοι τὸ ἰσοστατοῦν; Ἦ ἔχεις τι νοεῖν ἢ φράσαι ὅποι ποτὲ ἂν ὑπεραλοῖτο μὲν ἡ τοῦ Πατρὸς δόξα, μειονεκτοῖτο δ' ἂν ἡ Υἱοῦ, συμπαρομαρτεῖν οὐκ ἔχουσα καὶ τὸ συνεκτείνεσθαι παραιτουμένη ἐνδείᾳ τῶν ἴσων; Β. Οὐκ ἂν ἔχοιμι νοεῖν. Α. Τί δὲ δὴ ἄρα καὶ ἡ χεὶρ ἡμῖν κατασημανεῖ τοῦ Πατρός; Πότερα τὴν παντουργικὴν ἐνέργειαν, ἤγουν τὴν ἰσχύν; Ἀμείνων γάρ πως ἀεὶ σωματικῆς φαντασίας ὁ περὶ Θεοῦ λόγος. Β. Τάττοιτο ἂν ἐπ' ἀμφοῖν εἰκότως, καθάπερ ἐγῷμαι· λυπεῖ γὰρ οὐδέν. Α. Εὖ λέγεις, ἀλλὰ τό τοι μεῖον καὶ ὡς ἐν ὑφέσει πεπιστευμένον ἢ ἐν οἷς ἂν εἴη τὸ ὑπερτεροῦν, πῶς ἂν ἔτι καὶ ἰσουργὸν καὶ ἰσορροποῦν εἰς δύναμιν ὁρῷτό τε καὶ λέγοιτο; Πῶς δ' ἂν ἔχοι τὸ ἰσοκλεὲς τῷ Πατρὶ καὶ τῆς πρὸς αὐτὸν ἑνότητος τὸ δι' ἐμφερείας τῆς εἰς ἄκρον ἠκριβωμένον; «Ἐγὼ γάρ, φησί, καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» καίτοι τὸ εἰς λῆξιν ἥκειν τὴν ἀνωτάτω μεμαρτυρηκὼς αὐτῷ· «Ὁ Πατήρ μου γάρ, ἔφασκε, πάντων μείζων ἐστίν.» Β. Οὐκ ἂν ἔχοι, πολλοῦ γε καὶ δεῖ· μείων γὰρ εἴπερ ἐστὶ κατά τι γοῦν ὅλως, συνυφιζήσειεν ἂν αὐτῷ πάντα τὰ αὐτοῦ. Α. Οὐκοῦν τοῖς τοῦ Πατρὸς ἀξιώμασι παρέποιτο ἂν οὐδαμῶς κατ' οὐδὲν ἡττώμενος. Τὸ δὲ ἐν ἴσοις εἶναι μὴ λαχών, οὐδ' ἄν, οἶμαι, φαίη πρὸς αὐτόν, καὶ τοῦτο ἐκ παρρησίας, ὅτι «Πάντα τὰ ἐμὰ σά ἐστι καὶ τὰ σὰ ἐμά.» Φέρε γάρ, εἰ δοκεῖ, προσνέμωμεν μὲν τὸ ὑπερκεῖσθαι δεῖν τῷ Πατρί, φῶμεν δὲ εἶναι καταδεᾶ τὸν Υἱόν. Εἶτα ποῖος ἡμῖν ὁ τῆς εὐτεχνίας ἀναφανεῖται τρόπος ὃς ἐφαρμόσειε μὲν ἅπαντα τῷ Υἱῷ τὰ τοῦ Πατρός, τῷ δ' αὖ Πατρὶ τὰ τοῦ Υἱοῦ, ἓν δὲ δήπου πάντως τῶν ἐνεῖναι λεγομένων τῷ Πατρὶ νοηθείη ἂν τὸ ὑπερκεῖσθαί τε καὶ ὑπερτερεῖν; Εἶτα πῶς ἴδιον ἔσται τοῦτο τοῦ Υἱοῦ, καίτοι λαχόντος τὸ μεῖον; Καὶ εἰ τὸ μεῖον ἴδιον τοῦ Υἱοῦ, πῶς ἂν γένοιτο καὶ τοῦ Πατρός, τοῦ ὑπερκεῖσθαι λαχόντος, διηπόρημαι μὲν ἐγώ, σὺ δὲ ἡμῖν ἐκδείξειας ἂν ὅπως. Β. Οὐκ ἂν ἔχοιμι. Δυσδιάφυκτον γὰρ κομιδῇ τῆς ἐννοίας τὸ χρῆμα. Α. Ἡκέτω δὴ οὖν κατὰ ῥοῦν ὁ λόγος, καὶ οἶμον ἴτω τὴν προκειμένην· ἐρήσομαι δέ τι καὶ ἀναγκαῖον. Ἆρ' οὐκ

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
