# De sancta trinitate dialogi i-vii 579

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 579. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/579

ἐν μόνῃ κείσεται τῇ τοῦ Πατρὸς ἐξουσίᾳ τὸ καὶ πταισμάτων ἐλευθεροῦν καὶ τὴν δυσαπόνιπτον ἡμῶν ἀπαλείφειν ἁμαρτίαν; Β. Φημὶ δή. Α. Καὶ πῶς οὐ λίαν ἐπισφαλὲς τὸ κατακολούειν ἀποτολμᾶν, καίτοι τοῖς ἴσοις ἐμπρέποντα κατορθώμασι, τὸν Υἱόν, καὶ ὡς ἔστιν ἐν μείοσιν ἢ ἐν οἷς ὁ Πατὴρ ῥιψοκινδύνως εἰπεῖν; Ὧν γὰρ ἂν βούλοιτο καὶ αὐτὸς ἀνίησιν ἁμαρτίας. Τὴν γοῦν ἀμνησικακίαν προσίεσθαι παραινῶν, χρῆναί τε αὐτῆς ἐξῆφθαι διδάσκων, «Ἐὰν γὰρ ἀφῆτε, φησί, τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος·» ἀναθεὶς δὲ τῷ Πατρὶ τὸ ἀνεῖναι δύνασθαι κατ' ἐξουσίαν τὰς ἁμαρτίας ὧν ἂν ἕλοιτο τυχόν, αὐτὸς ἑαυτῷ τὴν ἐπὶ τῷδε κατόρθωσιν κατεγγυᾷ λέγων· «Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας (τότε λέγει, φησί, τῷ παραλυτικῷ)· Ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.» Τὸ τοίνυν ἴσον ἐν ἐξουσίᾳ καὶ ἐνεργείᾳ ταὐτὸν πῶς ἂν γένοιτο καταδεὲς καὶ ἐν δευτέροις ἔτι κατατετάξεται; Β. Οὐκ ἂν γένοιτο· σαφὴς γὰρ ὁ λόγος. Α. Ἐπιμαρτυρήσαι δ' ἂν τοῖς εἰρημένοις τὸ ἀκριβὲς καὶ ὁ θεῖος ἡμῖν ὑποφωνήσας Παῦλος· «Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ; Θεὸς ὁ δικαιῶν· τίς ὁ κατακρίνων;» Καὶ τὴν ἐπὶ τούτῳ μεγαλουργίαν μετατιθεὶς εἰς τὸν Υἱόν, ἀπονέμων τε αὐτῷ τὸ δικαιοῦν δύνασθαι τοὺς πεπιστευκότας, γράφει πάλιν ὡδί· «Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Οἰκειοῖ γὰρ ἡμᾶς ἡ πίστις τῷ Θεῷ καὶ Πατρὶ καὶ ἀγχοῦ καθίστησι δι' Υἱοῦ· δικαιοῖ δὲ ἡμᾶς, κατά γε τὸν ἀληθῆ τε καὶ ἀκιβδήλευτον λόγον, οὐκ ἀναμέρος μὲν ὁ Θεὸς καὶ Πατήρ, ἀναμέρος δὲ αὖ καὶ ἰδικῶς ὁ Υἱός· ἀλλ' ἥπερ ἂν εἶναι νοοῖτο δικαίωσις ἡ παρὰ Πατρός, αὕτη που πάντως ἐστὶ τοῦ Υἱοῦ· καὶ ἥνπερ ἂν ὁ Υἱὸς χαρίσαιτο, ταύτην εἶναι θετέον τοῦ Πατρός. Ὥσπερ γὰρ τὴν εἰς τὸ εἶναι πάροδον δι' Υἱοῦ τὰ πάντα διεκληρώσατο καὶ οὐχ ἕτερον ἔχει δημιουργὸν τὸν δι' οὗ παρήχθη πρὸς ὕπαρξιν τὰ κεκλημένα πρὸς γένεσιν, οὕτω δὴ σώζεται δι' αὐτοῦ τὰ τῆς ἐν ἀρχαῖς εὐταξίας ἀπολισθήσαντα, καὶ τὴν εἰς τὸ εὖ εἶναι πάλιν δέχεται διαμονήν, πρὸς τὸ ἀκριβὲς ἕκαστα τῆς οἰκείας φύσεως ἀναθέοντα κάλλος. Β. Πείθομαι. Α. Καὶ γοῦν ὁ θεῖος ἔφη Μωσῆς φειδοῦς ἠξιῶσθαι τῆς ἄνωθεν καὶ παρὰ Πατρός, καίτοι σκληρὸν καὶ δυσάγωγον ὄντα, τὸν Ἰσραήλ.

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
